Ancient Greek
3.50.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.50.1
Unproofread scanNot analysed yet
34 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37DE] λιος γράφει καὶ πρὸ Ἀμελίου Νομηνῖος [frg. 37 Thed.] ,μέθεξις ἐστὶ καὶ τοῖς νοητοῖς, εἰὲν ἂν εἰκόνες καὶ ἐν αὐτοῖς. εἰ δὲ ὁ θεῖος Πλάτων οὔτε ἐν τοῖς πρωτίστοις τῶν ὄντων ἀπέθετο εἰκόνας οὔτ' ἐν μόνοις τοῖς αἰσθητοῖς, νικρὴ ἂν καὶ τούτοις ὁ πάντας ἐν πᾶσιν ὀλίγου δέω φάναι κρατῶν Ἰάμβλιχος ὁ τὰς μεθέξεις ἐπὶ τε τῶν μέσων κάπὶ τῶν τελευταίων θεωρεῖν παρακελευόμενος. Καὶ περὶ μὲν αἰῶνος ἀρκεῖτω ταῦτα πρὸς τὸ παρὸν καὶ τῆς κινητῆς ἅμα καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχούσης τοῦ αἰῶνος εἰκόνος, ἣν ὁ πατὴρ τῶν ὅλων κατὰ τὰ νοερὰ προιοῦσαν εἴδη τοῖς ἑαυτοῦ δημιουργήμασιν ἐπέστησεν, ἐπειδὴ τὸ παντελὲς τοῦ αἰῶνος μέτρον ὑπομένειν οὐκ ἠδύναντο. τραπώμεθα δὲ λοιπὸν κάπὶ τὴν τῶν ἐπομένων ἡμερῶν ἐξέτασιν.