Ancient Greek
3.50.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.50.1-2
Unproofread scanNot analysed yet
λιος γράφει καὶ πρὸ Ἀμελίου Νοῦμηνιος [frg. 37 Thed.] ,μέθεξις ἐστὶ καὶ τοῖς νοητοῖς, εἰὲν ἂν εἰκόνες καὶ ἐν αὐτοῖς. εἰ δὲ ὁ θεῖος Πλάτων οὔτε ἐν τοῖς πρῶτιστοις τῶν ὄντων ἀπέθετο εἰκόνας οὔτ’ ἐν μόνοις τοῖς αἰσθητοῖς, νικῶν ἂν καὶ τούτοις ὁ πάντας ἐν πᾶσιν ὀλίγου δέω φάναι κρατῶν Ἰάμβλιχος ὁ τὰς μεθέξεις ἐπὶ τε τῶν μέσων κἀπὶ τῶν τελευταίων θεωρεῖν παρακελευόμενος. Καὶ περὶ μὲν αἰῶνος ἀρκεῖτω ταῦτα πρὸς τὸ παρὸν καὶ τῆς κινητῆς ἅμα καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχούσης τοῦ αἰῶνος εἰκόνος, ἣν ὁ πατὴρ τῶν ὅλων κατὰ τὰ νοερὰ προιοῦσαν εἴδη τοῖς ἑαυτοῦ δημιουργήμασιν ἐπέστησεν, ἐπειδή τὸ παντελὲς τοῦ αἰῶνος μέτρον ὑπομένειν οὐκ ἠδύναντο. τραπώμεθα δὲ λοιπὸν κἀπὶ τὴν τῶν ἐπομένων ὀνομάτων ἐξέτασιν.