Ancient Greek
3.50.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.50.4
Unproofread scanNot analysed yet
Ὅτι μὲν πρὶν οὐρανὸν γενέσθαι (καλῶ δὲ οὐρανὸν νῦν τὸν μετὰ τῆς ψυχῆς καὶ τῆς ὅλης αὐτοῦ ζωῆς θεωρούμενον) ἡ ἀμέριστος ἦν οὐσία μένουσα ἐν αἰῶνι, καθάπερ ὁ αἰὼν ἐν τῷ ἐνί, καὶ μόρια οὐκ ἦν τοῦ προιοῦντος καὶ μετεχομένου χρόνου, παντὶ προφανές. ἀλλὰ τί ἐστιν ἡμέρα καὶ τί νὺξ καὶ τί μὴν καὶ τί ἔνιαυτὸς καὶ πῶς ταῦτα μὲν μόρια χρόνου, τὸ δ' ἦν καὶ τὸ ἔσται εἴδη καὶ οὐ μόρια λέκεται, πλείονος ἂν δέοιτο λόγου καὶ βαθυτέρας τῆς ἐπισκέψεως. εἰ μὲν οὖν ἡμέραν εἶναι λέγοιμεν τὸν ὑφ' ἡλίου φωτιζόμενον ἀέρα, πρῶτον μὲν γιγνόμενον ἂν τι λέγοιμεν ἐν ἡμέρᾳ καὶ οὐχ ὅπερ ἐστὶν ἡμέρα (μεγάλην γὰρ καὶ βραχεῖαν λέγοντες ἡμέραν οὐ δήπου τοῦ ἀέρος αὐξησιν ἢ μειωσὶν κατηγοροῦμεν), ἔπειτα δὲ πῶς τοῦτο μόριον ἂν εἴη