Ancient Greek
3.51.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.51.2
Unproofread scanNot analysed yet
τοῦ χρόνου, χαλεπὸν [καὶ] πλάσαι. εἰ δὲ τὸ διάστημα τὸ χρονικόν, καθ’ ὃ ἥλιος ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς ἔρχεται, λέγομεν εἶναι ἡμέραν, διαφευξόμεθα μὲν ὡς τὰς προτέρας ἐνστάσεις, περιπεσοῦμεθα δὲ δυσκολαῖς ἀπορωτέροις· εἰτε γὰρ αὐτὸ τὸ διάστημα ἄνευ τῆς πρὸς τὸν ἥλιον σχέσεως θεωροῦντες ἡμέραν εἶναι λέγομεν, ἄτοπον φαίνεται, πῶς πανταχοῦ κατὰ ταὐτὸν τοῦ αὐτοῦ διαστήματος ὄντος οὐκ ἔστιν ἡμέρα πανταχοῦ, εἰτε μετὰ τῆς πρὸς τὴν ἡλιακὴν κίνησιν ἐπιπλοκῆς, εἰ μὲν φιλῶς, ἔσται μὲν ἀεὶ ἡμέρα ἐν οὐρανῷ, νὺξ δὲ οὐκ ἔσται (καὶ πῶς μόριον χρόνου δύναται μὴ εἶναι πανταχοῦ· σαφῶς γὰρ ἐνταῦθα μόρια χρόνου καὶ νὺξ καὶ ἡμέρα καὶ μὴν εἴρηται), εἰ δὲ μὴ φιλῶς ἐπιπλέκομεν τῇ τοῦ ἡλίου περιφορᾷ τὸ διάστημα, ἀλλὰ τὸ μὲν D ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς ἡμέραν εἶναι λέγομεν, τὸ δ’ ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς νύκτα, οὔθ’ ἡμέρας οὔτε νύκτας ὁ οὐρανὸς ἔχει μόρια χρόνου λεγόμενα εἶναι, καὶ δῆλον, ὡς οὐδὲ μήνα· οὐδ’ ἔνιαυτούς. ἀξιοῦμεν δὲ τὸν χρόνον καθ’ ὅλον τε ἑαυτοῦ τὸ μένον καὶ κατὰ πᾶν τῆς προόδου μόριον παντὶ παρεῖναι τῷ κόσμῳ· τὸ γὰρ αὐτὸ καὶ ἐν νῦν ἀπανταχοῦ ταὐτὸν ἐστι. δεῖ τοίνυν καὶ τὴν ἡμέραν καὶ τὰ ἄλλα ὅσα μόρια λέγομεν εἶναι τοῦ χρόνου πανταχοῦ τὰ αὐτὰ εἶναι, καὶ εἰ μεριστῶς καὶ διαπεφορημένως ὑπὸ τῶν αἰσθητῶν δημιουργημάτων μετέχοντα· εἰς ἃ καὶ βλέποντες ἔνιοι ἐπὶ συνήθεστερα μᾶλλον ἢ ἀκριβέστερα σημαίνomena τῶν ὀνομάτων καταφέρουσι. ἔστι τοίνυν, ὡς ὁ ἡμέτερος ἐφιλοσόφησε πατήρ, οὐκ ἐπ’ ἀναίρεσει τῶν φαινομένων (λεγέτω γὰρ καὶ ταῦτα ὁ Τίμαιος, ἃ καὶ τοῖς πολλοῖς εἴωθε E λέγεσθαι), ἀλλ’ ἐπὶ τὰς κυριωτέρας ὑποστάσεις καὶ ταῦτα ἀνάγων, ὥσπερ εἴωθε ποιεῖν, ἡμέρα μὲν καὶ νὺξ μέτρα τοῦ χρόνου δημιουργικά, πᾶσαν διεγείροντα καὶ συνελίσσοντα τὴν τε ἐμφανῆ ζωὴν καὶ τὴν ἀφανῆ ζωὴν τε καὶ κίνησιν καὶ διακόμην τῆς ἀπλανοῦς· ταῦτα γὰρ καὶ μόριά ἐστιν ἀληθινὰ τοῦ χρόνου καὶ πᾶσι κατὰ ταὐτὸν πάρεστι, καὶ τῆς