Ancient Greek
3.52.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.52.2
Unproofread scanNot analysed yet
25 μεστὰ ς :μετὰ Q D possis πάντα <όντα> καὶ τὸ ἔσται χρόνου φησὶν εἶδη εἶναι καὶ οὐ μέρη, καθ-B ἄπερ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἔνιαυτούς· τούτοις μὲν γὰρ καὶ θείας ἐφρεστᾶναι τάξεις, συμπληρούσας τὴν τοῦ χρόνου σειρὰν ὅλην, διὸ μέρη κέκληκεν αὐτὰ χρόνου. τὸ δ’ ἦν καὶ ἔσται καθ’ ἕκαστον τούτων θεωρεῖται πάντως, διόπερ εἶδη τινά ἐστιν, οἷον ὥλην ἰδίαν οὐκ ἔχοντα· λέγω δὲ ἡμερινὴν ἢ νύχιον ἢ ἄλλην τοιαύτην. εἰ δὲ χρόνου εἶδη ταῦτά ἐστι τοῦ μετ’ οὐρανοῦ γεγενημένου, οὐκ ἦν πρὸ οὐρανοῦ γενέσεως. εἰ δὲ οὐκ ἦν, οὔδὲ κίνησις ἦν· ἐν πάσῃ γὰρ κινήσει ταῦτά ἐστι, διότι καὶ τὸ πρότερον καὶ ὕστερον. εἰ δὲ κίνησις οὐκ ἦν, οὔδὲ πλημμελὴς κίνησις. μάτην ἄρα λέγουσιν οἱ περὶ Ἀττικόν, ὅτι χρόνος μὲν ἦν καὶ πρὸ οὐρανοῦ γενέσεως, τεταγμένος δὲ χρόνος οὐκ ἦν· ὅπου γὰρ χρόνος, ἐκεῖ καὶ τὸ παρελθὸν ἐστι καὶ τὸ μέλλον, ὅπου δὲ ταῦτα, ἐκεῖ καὶ τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ πάντως. ἀλλὰ μὴν τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ χρόνου ἐστὶν εἶδη γεγενημένα παρὰ τοῦ δημιουργοῦ· διὸ καὶ γεγενημένα αὐτὰ προσεῖπεν. οὐδ’ ἄρα χρόνος τις ἦν πρὸ τῆς δημιουργίας. ἀνάγκη τοίνυν τὴν πολυθρύλητον ἐκείνην πλημμελῆ κίνησιν ἢ, εἰ ἔστι, μὴ εἶναι ἐν χρόνῳ, ἢ μηδὲ ὅλως εἶναι ποτε γεγενημένην. ἀλλὰ μὴν ἀνάγκη κίνησιν οὖσαν ἔχειν καὶ χρόνον ἐν ᾧ γίνεται, τὸ μὲν ἔχουσαν παρελθὸν ἑαυτῆς, τὸ δὲ παρόν, τὸ δὲ μέλλον. οὐκ ἄρα οὔδὲ κίνησιν εἶναι πρὸ τῆς δημιουργίας τοῦ χρό-C νου δυνατόν· οὔδὲ γὰρ χρόνον ἄτακτον· καὶ γὰρ ὁ ἄτακτος χρόνος ὧν ἔχει ἂν τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’, καὶ τὸ μὲν παρελθὸν, τὸ δὲ μέλλον, ἢ, εἰ μόνον ἔχει τὸ ‘ἔστιν’ ἄνευ τούτων, αἰὼν ἔσται καὶ οὐ χρόνος καὶ ἡ πλημμελὴς κίνησις αἰώνιος, ὅπερ ἀδύνατον, ἢ, εἰ μηδὲ τὸ ‘ἔστιν’, ὥσπερ οὔδὲ τὸ ‘ἦν’ ἢ ‘ἔσται’, παντελῶς οὐκ ἦν τότε τις χρόνος, ὥστ’ οὔδὲ κίνησις ἢ ἄχρονος κίνησις, ὃ καὶ αὐτοὶ φασιν εἶναι πάντων ἀδυνατώτατον, καὶ τοῦ Ἀριστοτέλους ἱκανῶς ἀποδείξαντος, ὅτι πᾶσα κίνησις ἐν χρόνῳ, καὶ ἡ ἄτακτος καὶ ἡ τεταγμένη, πάντως ἔχουσα τὸ πρότερον ἑκατέρα καὶ τὸ