Ancient Greek
3.54.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.54.2
Unproofread scanNot analysed yet
Q :ἐπειδὴ ἄν D s μάλιστα τοὺς κατ’ οὐρανὸν περιόντας οὐχὶ καὶ ἑαυτοῖς ἀφορίζειν τὴν κίνησιν; καὶ σφόδρα συγχωρήσαιμι ἂν· τὰ μὲν γὰρ ἔνυλα καὶ φθαρτὰ παρ’ ἄλλων ἔχει καὶ τὸ εἶναι καὶ τὸ ἐπὶ τοσόνδε εἶναι, τὰ δὲ θεῖα καὶ παρὰ τῶν ἀρχηγικῶν αἰτίων καὶ παρ’ ἑαυτῶν. διὸ καὶ ἡνίκα ἂν περὶ τῶν κατ’ οὐρανὸν ἐκφαινομένων χρόνων ἄρξηται διαλέγεσθαι, φησὶ τὰ ἄστρα γεγονέναι χάριν τοῦ συναπεργάζεσθαι χρόνον [38 E], καὶ πάλιν ὄργανα χρόνου [41 E], κἄκ τριτῶν εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου [38 C] γεγενῆσθαι· ὧν τὸ μὲν συναπεργάζεσθαι τὸ εἶναι μὲν χρόνον καὶ πρὸ τούτων, ἐκφαίνεσθαι δὲ περὶ τὸν κόσμον διὰ τούτων παρίστησιν (ἐν αὐτοῖς γὰρ ὧν ὁ χρόνος διὰ τῆς αὐτῶν κινήσεως ἐκφαίνεται), τὰ δὲ ὄργανα πάλιν ἕτερον τρόπον ταῦτό τοῦτό πως ἐνδείκνυται, ὡς ὁ μὲν ὅλος παράγεται χρόνος, ὁ τε μένων καὶ ὁ προϊών, ἐπὶ καταμετρήσει τῶν ἐγκοσμίων παρ’ αὐτοῦ τοῦ πατρὸς καὶ ποιητοῦ τῶν πάντων, οἱ δὲ κατ’ οὐρανὸν τὰ μερικὰ μέτρα καὶ περιεχόμενα τῷ ἐνὶ χρόνῳ καὶ μάλιστα τὰ [ἐν] αὐτῷ προσήκοντα ἕκαστος ὀργανικώτερον συνυφιστᾶσι· καὶ γὰρ ὅλως ἡ δευτέρα πᾶσα δημιουργία τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν μίαν καὶ ἀμέριστον ποίησιν· ἕκαστος γὰρ τῶν κατ’ οὐρανὸν μάλιστα συντελεῖν εἰς τὸ ἑαυτοῦ μέτρον λέγεται· οἷον ἥλιος μὲν, εἰ καὶ εἰς πάντα διὰ τὴν ἡγεμονικὴν ἀξίαν, ἀλλ’ οὖν διαφερόντως εἰς ἔνιαυτόν, ὃν καὶ συνυφίστησιν ὡς ἴδιον ἑαυτοῦ μέτρον τῷ δημιουργῷ καὶ τῷ ὅλῳ χρόνῳ, σελήνη δὲ εἰς μῆνα, ἡ δ’ ἀπλανὴς εἰς ἡμέραν καὶ νύκτα, καὶ δῆλος ὁ τύπος κἀπὶ τῶν λοιπῶν· καίτοι οὔτε νὺξ οὔτε πολλῷ πλέον ἡμέρα χωρὶς ἡλίου, οὔτ’ ἔνιαυτὸς ἄνευ τῆς ἀπλανοῦς καὶ τοῦ ζῳδιακοῦ· ἀλλ’ ὅμως ἄλλοις ἄλλα μέτρα μᾶλλον ὀφείλονται. δύνατο δ’ ἂν τὰ ἄστρα καὶ ὄργανα λέγεσθαι χρόνου ὡς τοῦ χρόνου ποιητικὴν ἔχοντος ἀξίαν πρὸς αὐτὰ καὶ δι’ αὐτῶν ὥσπερ δι’ ὀργάνων τὴν γένεσιν διακοσμοῦντος. ὅ καὶ δῆλον, ὡς ἄρα ὁ χρόνος οὐκ ἔστιν ὁ μετεχόμενος