Ancient Greek
3.58.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.58.1
Unproofread scanNot analysed yet
ἀπεφαινέτο γεγονέναι. ἔπειτα δὲ προσεκτέον, ὅπως ὁρῶν τοὺς E ἀνθρώπους οὐδὲν ὧνις περὶ τούτων φρονούντας καὶ λέγοντας αὐτὸς ἐπὶ τὰς ἀληθινὰς ἀνατρέχει τῶν πραγμάτων ἐννοίας, διακαθαίρων ἄμα καὶ τὴν χρῆσιν τῶν ὀνομάτων, δι’ ὧν ἀνάγκη τὸν διδάσκαλον τὰς ἀναμνήσεις ἐν ταῖς τῶν ἐδ πεφυκότων διανοίαις ἐργάζεσθαι. δοκεῖ μὲν οὖν δι’ ἐπιεῖκειαν ἡθους ὁ λόγος οὐ βαρέα τοῖς λόγοις τῶν ἀνθρώπων ἐπιφέρειν ἐγκλήματα· τὸ γὰρ μὴ ὀρθῶς λέγειν, ἄλλως τε κἂν κοινὸν ἢ τοῦ τε ἐλέγχοντος καὶ τῶν ἐλεγχομένων, οὐ μέγα φέρειν ἐξωθεν ὀνειδος. δύναμιν δὲ ὁ λόγος ἔχει δρωμεῖαν 10 καὶ πληκτικήν· εἰ γὰρ ἂ ὁ δημιουργὸς τοῖς τελευταίοις ἀπένειμε διὰ τὸ ἀδεκτον αὐτῶν τῆς σεμνοτέρας περιοχῆς, ταῦτα οὖτοι τοῖς ἐν αἰῶνι μένουσι προσάπτειν ἐπιχειροῦσι, μηχαντικὸν τινα πόλεμον μεταχειρίζονται τῇ βουλήσει καὶ τῇ δυνάμει τῆς δημιουργίας ἀντιφεγχομένοι, πέτρας ἀτεχνῶς 15 καὶ δρῦς εἰς οὐρανὸν ἀναπέμπειν ἐπειγόμενοι. διὰ τί οὖν τὸ ἦν καὶ τὸ ἔστι οὐχ ἀρμόζει τοῖς νοητοῖς; ὅτι τὸ μέτρον αὐτῶν αὐτὸ τέ ἐστιν ἀστεμφὲς καὶ ἀκίνητον καὶ τὰ μετρούμενα ὑφ’ ἑαυτοῦ πάσης ἐξῆρησθαι ποιεῖ μεταβολῆς. F διὰ τί δὲ τὸ ἔστι κατὰ τὸν ἀληθῆ λόγον αὐτοῖς προσ- 20 ἥκει μόνον; ὅτι ἂ ἐστιν ἐστιν ἀεί, οὐδὲν οὔτε ἀφίεντα οὔτε προσλαμβάνοντα οὔτε κατ’ οὐσίαν οὔτε κατὰ ζωὴν οὔτε κατὰ τὴν νόησιν οὔτε πολλῷ πλέον κατ’ αὐτὴν τὴν ἐννοιαν. ἄρ’ οὖν τῶν τριῶν τούτων, τοῦ ἦν ἔστι τε καὶ ἔσται, τὰ μὲν ἄκρα οὐ προσῆκει λέγειν ἐπὶ τῶν νοητῶν, μόνον δὲ τὸ μέ- 25 σον, ἢ οὐδαμῶς; οὐδὲ γὰρ τὸ ἔστι τὸ συνταττόμενον τῷ τε ἦν καὶ τῷ ἔσται προσῆκει +τοῖς νοητοῖς, ἀλλ’ ὁ πάντων μὲν τούτων ἐξήρρηται, χρόνῳ δὲ οὐδεμίαν ἔμφασιν ἔχει, 252 κατ’ αὐτὸ δὲ τὸ αἰώνιον ὥρισται μέτρον, ἀπονεμητέον ἔστι τοῖς θεοῖς καὶ τοῖς νοητοῖς· ὥσπερ γὰρ τὸ ἀεὶ τὸ μὲν ἦν 30 αἰώνιον, τὸ δὲ χρονικόν, οὕτω καὶ τὸ ἔστι διττόν ἐστι καὶ τὸ μὲν τοῖς ὡντως οὖσιν ἀρμόζει, τὸ δὲ τοῖς ἐγκοσμίοις πράγμασιν. ὅταν οὖν λέγῃ τῇ δὲ τὸ ἔστι μόνον κατὰ