Ancient Greek
3.60.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.60.1
Unproofread scanNot analysed yet
ἀπὸ τοῦ αὐτοῦ περιόδου, ἣν ὁ χρόνος ἀφορίζει πᾶσι τοῖς κινουμένοις. οἱ δὲ πολλοὶ πολλῶν μὲν συγχέουσι τὴν τῶν πραγμάτων διάφορον σύστασιν, μὴ διαιρῶντες τὰ προσ-ήκοντα πῃ τοῖς οὖσι καὶ τοῖς γιγνομένοις, διαφερόντως δὲ ἢ περὶ τὸν αἰῶνα καὶ τὸν χρόνον ἄγνοια τὴν δεινὴν ταύ-την σύγχυσιν καὶ παρανομίαν ἀπεργάζεται. δοξ δὲ τι καὶ ἢ τῶν πραγμάτων ὁμοιότης· οὐ γὰρ ἀπήρτηται τῶν πρωτί-στων τὰ τελευταῖα, ἐξήρτηται δὲ αὐτῶν καὶ πρόεισι κατ’ ἐκεῖνα <τὰ μέσα> καὶ τὴν εἰκόνων ὑποδύεται μορφήν. δει-ναὶ δὲ τοὺς μὴ ἐπιστήμονας αἱ ὁμοιότητες παραλογιζάσθαι καὶ ἀπαγαγεῖν ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰ ἕτερα καὶ πείσαι ταῖς εἰκόσιν οἷα τοῖς παραδείγμασιν ὁμιλεῖν καὶ μηδὲν ἄλλο τὴν ἀρχηγέτιν οὐσίαν εἶναι νομίζειν ἢ ὅπερ ἐστὶν αὐτῆς τὸ φαινόμενον εἴδωλον. δοῶντες οὖν ἐνταῦθα μῆκιν τοῦ ὄντος πρὸς τὸ μὴ ὄν καὶ πῇ μὲν τοῦ ὄντος ἐπικράτειαν, ὅταν εἶναι τὸ πράγμα λέγωμεν, πῇ δὲ τοῦ μὴ ὄντος, ὅταν τὸ ἢ τὸ ἔσται’ περὶ αὐτοῦ φθεγγώμεθα, μεταφέρομεν ταῦτα καὶ ἐπὶ τὴν αἰώνιον τῶν ὄντων διακόσμησιν, ὅπου μήτε παρα-τρέχει τι μήτε μέλλει μήθ’ ὅλως μεταβάλλει, ***μὴ χρόνου πρόοδος μηδὲ τοῦ ὄντος τοῦ κατὰ στέρησιν ἔμφασις, ἀλλ’ ἀληθῆς οὐσία καὶ τὸ ὄντως ὄν καὶ τὸ ἀεὶ ὡσαύτως καὶ ἐν τῷ νῦν τὸ πᾶν καὶ ἤδη καὶ ὁμοῦ τὰ τέλη, οὐχ ὡς ἕτερα ἐν ἑτέροις <οὐδ’> ὡς ταῦτά τοῖς ἐν ὑποκειμένοις ὄντα, ἐπεὶ μηδὲ τὸ εὖ τοῦ εἶναι διέστηκεν ἐν αὐτοῖς, οἷς καλλονῇ καὶ ἀγαθότης τὸ πᾶν ὡς εἰπεῖν τῆς ὑπάρξεως.