Ancient Greek
3.62.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.62.1
Unproofread scanNot analysed yet
γε πάντως ἀμηγέπη τοῦ ὄντος, ἢ οὐδ’ ἂν κατὰ παρέγκλισιν ἀπ’ αὐτοῦ κατωνομάζετο, ἀλλὰ διὰ τὴν ἐπικράτειαν τὴν ἐν αὐτοῖς τοῦ μὴ ὄντος τῇ γενέσει μόνως ὠκεῖωται, τοῖς δὲ ὄντως οὐσιν οὐδαμῶς προσήκει. καὶ ἄλλως δὲ ἡ μὲν μονὰς τοῦ ‘ἔστι’ τῷ αἰῶνι μᾶλλον ὠκεῖωται καὶ τοῖς νοητοῖς, ἡ δὲ δυὰς τοῦ ‘ἦν’ καὶ τοῦ ‘ἔσται’ γενέσει καὶ χρόνῳ. μέγα δή, καὶ τοῦτο σθένος τῆς χρονικῆς ἐνεργείας, ὅτι συντάττει καὶ τὸ μηκέτι ὂν τοῖς οὖσι καὶ τὸ μηδέπω τοῖς ἐνεστῶσι· κατὰ γὰρ τὸν χρόνον συνεχῇ πάντα ταῦτα γίγνεται, καὶ τὸ ἐνεστὸς διὰ χρόνου ἐπὶ τὸ ‘ἦν’ ἐκπέμπεται, οὐδὲ τότε ἐπὶ τὸ μηδαμῇ μηδαμῶς ὂν ὑποφερόμενον, ἀλλ’ ἀμηγέπη διὰ τὸν χρόνον τοῖς οὖσι συνταττόμενον. πῶς οὖν τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ εἴδη χρόνου καὶ ἐπὶ γεννητῶν πρέπει λέγεσθαι; ἢ ἄλλα <μὲν> ἦν τὰ εἴδη τοῦ χρόνου (ἁπλούστερα γὰρ καὶ πρόοδοι μόναι χρονικαὶ καὶ διαστάσεις τῶν ὅλων μετρητικαί), ἄλλα δὲ τὰ κατὰ τῶν ἐν χρόνῳ γιγνομένων ταττόμενα· οὐ γὰρ ταὐτὸν τὸ ‘ἦν χρόνος’ καὶ τὸ ‘ἦν ὁ πόλεμος’, ὥσπερ οὐδὲ τὸ κάτω ἐπὶ τε τοῦ τόπου καὶ τῆς γῆς, ἀλλὰ τὸ μὲν ἄπλοῦν καὶ ἕν, τὸ δὲ σύνθετον καὶ διπλοῦν, καὶ τὸ μὲν περιέχον, τὸ δὲ περιεχόμενον. οὕτως οὖν καὶ ἐπὶ τοῦ ‘ἦν’ τὸ μὲν χρονικὸν περιέχει καὶ μετρεῖ καὶ ἔστιν ἄπλοῦν, τὸ δ’ ἐπὶ τῆς ἐν χρόνῳ γενέσεως παραλαμβανόμενον περιέχεται καὶ μετρεῖται, καὶ μετέσχε μὲν χρόνου, χρόνος δὲ οὐκ ἔστιν. ὅτι δὲ περιέχεται πᾶσα ἡ γένεσις ὑπὸ τοῦ χρόνου, καθάπερ αὐτὸς ὁ χρόνος ὑπὸ τῶν νοητῶν, δῆλον, ἐξ ὧν ὁ μὲν χρόνος ἕναι κατ’ ἀριθμὸν λέγεται, ὡς κατὰ τὰ νοερὰ εἴδη τὰ ἐν αὐτῷ καὶ μέτρα ποιούμενος τὴν πρόοδον, ἡ δὲ γένεσις ἐν χρόνῳ ἕναι, ὡς ἂν ὑπὸ χρόνου μετρουμένη καὶ κοσμουμένη καὶ τελειουμένη. πάλιν ὁ χρόνος διὰ τὴν πρὸς τὸν αἰῶνα μίμησιν κυκλεῖσθαι λέγεται, ὡς καὶ ὁ οὐρανὸς διὰ τὴν πρὸς τὸν νοῦν μίμησιν ἐσφαιρῶσθαι, καὶ εἴδη ἔχειν τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ καὶ ὅσα τούτοις ὁμόφυλα, δῆλον ὅτι τὰ ἄπλα καὶ τὰ ἀρχηγικὰ τῶν ἐν γενέσει φερομένων· τὰ