Ancient Greek
3.63.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.63.1-2
Unproofread scanNot analysed yet
γὰρ μέτρα πάσης ἔχων ἐν αὐτῷ τῆς γενέσεως εἰκόνας αὐτῶν καὶ τύπους τοῖς κατ’ αὐτὸν ἰοῦσιν ἐντίθησιν. ἡ μὲν οὖν γένεσις καὶ παρακμάζει καὶ δι’ αὐτὸ τοῦτο προσδεῖται τοῦ ἀνανεώσαντος αὐτὴν χρόνου καὶ ἀτελὴς ἐστὶ τὴν ἀρχὴν C καὶ χρῆζει τοῦ τελειοτέραν αὐτὴν ποιήσοντος καὶ πρεσβυτέραν χρόνου. τὸ δὲ νοητὸν ἀεὶ τέλειον, ἀεὶ ἀκμαῖον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει· ὅθεν καὶ πρεσβύτερόν ἐστὶ τι ἐκεῖ·