Ancient Greek
3.64.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.64.1-2
Unproofread scanNot analysed yet
τὸ προσῆκον τοῖς νοητοῖς αἰτιάται τοὺς πολλοὺς τῶν ἀνθρώπων· ἡ γὰρ διπλὴν ἢ πάντως γε μίαν τινὰ καὶ μεγάλην αὐτῶν εἶναι τὴν παρανομίαν· ὅταν μὲν γὰρ τὸ γεγονὸς εἶναι γεγονὸς λέγωσι καὶ τὸ γενησόμενον εἶναι γενησόμενον, πλημμελῶς μὲν τὸ τῶν αἰωνίων οὐσιῶν ἴδιον τοῖς γενετοῖς προσάπτουσι (τὸ γὰρ εἶναι τοῦτο τοῖς ἄνω προσῆκει καὶ θείοις, ὥσπερ τὸ γίγνεσθαι τοῖς αἰσθητοῖς), οὐκ ὀρθῶς δὲ [οὐδὲ] τὰ μόρια τοῦ χρόνου συγχέουσι καὶ τὴν ἐν αὐτῷ τάξιν ἀνατρέπουσι τῷ παρελθόντι τὸ νῦν εἰς ταὐτὸν ἄγοντες. ὅταν δὲ τὸ γιγνόμενον εἶναι λέγωσι, τῷ προτέρῳ μόνῳ περιπετεῖς εἰσιν ἁμαρτήματι. μεγίστου δὲ ὄντος τούτου μειζον, εἰ θέμις εἰπεῖν, ἐστὶ τὸ τὸ μὴ ὂν εἶναι λέγειν· εἰ γὰρ ἐστιν ἡ γένεσις μέση μὴ ὄντος καὶ ὄντος, ἧττόν ἐστι πλημμελὲς τὰ τοῦ ὄντος τῇ γενέσει προσφέρειν ἢ τῷ μὴ ὄντι. μία δὴ καὶ ὑπὲρ τούτων ἀπολογία κατὰ φύσιν ἂν γένοιτο· μεταλαγχάνον γὰρ τὸ μὴ ὂν ἐν τῇ γενέσει τοῦ ὄντος, ὡς καὶ πᾶν τὸ ἐχρόνον τοῦ αἰῶνος, εἶναι δοκεῖ τοῖς ἐπὶ τὸν ἐξηρημένον ἀπάσης διαστάσεως καὶ μερισμοῦ αἰῶνα καὶ τὸ ὄντως ὂν οὐκ εἰωθόσιν ἀνάγεσθαι. πάλιν τὸ ἐνεστὼς τοῦ χρόνου τὴν ἐν κινήσει φερομένην γένεσιν εἴωθε σῴζειν καὶ διακατέχειν. θαυμαστὸν οὖν οὐδὲν ὑπομένουσιν οἱ ἄνθρωποι, εἰ καὶ τὸ παροχηκὸς ἀμηγέπη διακατέχειν ἐν τοῖς οὖσι βουλόμενοι, καίπερ ἤδη γεγονὸς εἶναι γεγονὸς αὐτὸ λέγοιεν, τὸ δὲ μηδέπω γιγνόμενον συντάττειν ἐθέλοντες τοῖς οὖσιν εἶναι γενησόμενον αὐτὸ λέγοιεν· διὰ γὰρ δυεῖν τούτων τὸ μὴ ὂν ἀμηγέπη προσιέναι τοῖς πράγμασι καὶ συντάττεσθαι δύναται, διὰ τε τῆς μετοχῆς τοῦ ὄντος καὶ διὰ τοῦ παρόντος χρονικοῦ διαστήματος, ἅπερ ἀμφότερα τὸ εἶναι δόξειεν ἂν ἐπιφέρειν. καὶ ἡ μὲν ἀφορμὴ τῆς πολλῆς χρήσεως ἐντεῦθεν ἐλήφθη ποθέν· οὐ μὴν ἀκριβὲς καὶ ἐπιστημονικὸν ἔχει τι τῆς ἐπιταράξεως ταύτης ἡ μετάθεσις. διὸ ἐπισημνάμενος ἐφ’ ὅσον ἔπρεπε τῇ παρούσῃ σκέψει φυσικωτέρα οὖση περὶ τούτων ἐπιπλέον ἐξετάζειν ἄλλης εἶναι φησι