Ancient Greek
3.65.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.65.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38 ABC] πραγματείας, ὡς μὲν οἱ πολλοὶ νομίζουσι τῶν ἐξηγητῶν, λογικῆς (ἐν γὰρ ταῖς λογικαῖς συνουσίαις εἰώθασι ζητεῖν, εἰ δοξαστὸν ἐστι τὸ μὴ ὄν), ὡς δὲ ὁ θεῖος Ἰάμβλιχος εἶπε κἀγὼ πείθομαι, θεολογικῆς· ἐν τε γὰρ τῷ Σοφιστῇ πολύς ὁ περὶ τοῦ παντοδαπῶς μὴ ὄντος λόγος κἄν τῷ Παρμενίδῃ, ὧν δὴ καὶ τὸ σχῆμα οἰκεῖον ὁ Τίμαιος εἶναι ἀποφαίνεται, νῦν μέν, ὥσπερ τὰ πράγματα διέκρινε καὶ διέστησεν ἀπ’ ἀλλήλων εἰς τε τὸ ὂν ἀεὶ καὶ εἰς τὸ γιγνόμενον καὶ ἀπολλύμενον, εἰς εἰκόνα καὶ παράδειγμα, εἰς τὸ αἰώνιον καὶ τὸ ἐχρόνον, οὕτως ἐθελήσας καὶ τὰς προσοήσεις οἰκείας ἐκατέροις ἀποδοῦναι, ὡς μήτε τὰ διὰ χρόνον τῇ γενέσει προστεθέντα μεταφέρειν ἐπὶ τὰς ἀπλουστέρας καὶ θειοτέρας οὐσίας, μήτε τὰ ἐξαιρέτα τῶν κρειττόνων ἀγαθὰ συναναφύρειν τοῖς ἐν κινήσει καὶ μεταβολῇ φερομένοις, τὰς δὲ βαθυτέρας τούτων ἐρευνὰς τοῖς οἰκειοτέροις ἀπονέμων καὶ εἰωθὸς γὰρ ἦν τοῦτο καὶ αὐτῷ Πλάτωνι καὶ πρὸ Πλάτωνος τοῖς Πυθαγορείοις, ὅ δὴ καὶ Ἀριστοτέλης διαφερόντως ἐξῆλωσε, προσφύρως ταῖς προθέσει τῶν πραγματειῶν τὰ κατὰ φιλοσοφίαν προβλήματα μεταχειρίζεσθαι.