Ancient Greek
3.67.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.67.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38BC] λουσαν περίοδον, καὶ ὅτι τῆς τῶν γεννητῶν φύσεως ὧν ἔσχε τὸ ἐν τῇ γενέσει τέλειον κατὰ πᾶν τοῦ χρόνου μόριον, ὧν μὲν, ἐπειδὴ κἂν τῇ ἐνεστώσῃ συμπάσῃ τοῦ χρόνου περιφορᾷ μεταλαμβάνει τοῦ ὄντος, <γεγνώθ δὲ ***>ἐσόμενος D δέ, ἐπειδὴ οὐ λήξουσιν αἱ χορεῖαι ποτε τοῦ σύμπαντος χρόνου καὶ περιτροπαὶ συνάπτουσαι τὸν κόσμον τοῖς νοητοῖς αἰτίοις καὶ ἀφομοιοῦσαι. εἰ δὴ τὸν πάντα χρόνον ἐστὶν ὁ οὐρανὸς καὶ ὧν καὶ γεγνώθ καὶ ἐσόμενος, ἔστι δὲ ἐσόμενος τὸν ἔπειτα χρόνον ὡς ἄφθαρτος, καὶ τὸν ἑμ- D προσθεν ἤρα πάντα γέγονεν ὡς ἀγέννητος· ὁμοίως γὰρ καθ’ ἑκάτερον τῷ παντὶ χρόνῳ συνῶν ἢ οὐδ’ ἔσται ἔτι ἀπείρον ἢ καὶ γέγονεν ἐξ ἀπείρου. καὶ γελιοῖσι τινές εἰσιν οἱ ποτὲ μὲν αὐτὸν γενέσθαι λέγοντες, ἔσεσθαι δὲ μηκέτι ποτέ, τοῦ Πλάτωνος ὁμοίως ἐπ’ ἄμφω τὸν ἅπαντα χρόνον αὐτῷ δόν- D τος. καὶ δρᾶς, ὅτι τὰ τρία νῦν αὐτῷ νέμει καὶ οὐ παρατεῖται τὸ ὧν ἐπ’ αὐτοῦ. δῆλον οὖν, ὅτι, καὶ ἀνωτέρω τὸ ἔστι τῇ διαιωνίᾳ φύσει νέμων καὶ οὐχὶ τῇ γενέσει, τὸ ἐξηρημένον πάσης χρονικῆς παρατάσεως ἔστι, καὶ κατ’ αὐτὸ τὸ αἰώνιον νῦν ἰστάμενον ἀπεκλήρου τοῖς νοητοῖς, ἐπεὶ τὸ D σύμφυλον τῷ ἦν καὶ τῷ ἔσται συγχωρεῖ καὶ τοῖς αἰσθητοῖς κατὰ μέθεξιν τοῦ ὄντως ὄντος παραγίννεσθαι. πῶς οὖν, εἴπερ ἢ τοῦ χρόνου φύσις, ὡς φησι καὶ ὁ θεῖος Ἰάμβλιχος κἀγὼ πείθομαι, μέση ἐστὶν αἰῶνος καὶ οὐρανοῦ καὶ τοῦ μὲν ἤγεται, τῷ δὲ ἀφομοιοῦται, χρόνος οὐρανοῦ χάριν E ὑπέστη; τὸ γὰρ περιεκτικὸν καὶ τελειωτικὸν καὶ πλεῖον ἀφομοιοῦν τὴν εἰκόνα τῷ παραδείγματι πῶς τοῦ περιεχομένου καὶ ἀφομοιουμένου γέγονεν ἕνεκεν; οὕτω γὰρ ἂν τῶν τελῶν τὰ ἕνεκά τού σμνύτερα ἂν εἴη καὶ τῶν ὑφειμένων χάριν τὰ κρεῖττω τὴν ἐπὶ τὰ ὄντα ποιοῖτο πρόοδον. ἔστι δὲ οὐδὲν D τοιούτων ἐν τοῖς ὑπὸ Πλάτωνος διατεταγμένοις εὑρεῖν· οὔτε γὰρ ὁ χρόνος οὐρανοῦ μόνου γέγονε χάριν οὔτε ὁ οὐρανὸς τοῦ χρόνου μόνου χάριν ὑπέστη, ἀλλ’ ἑκάτερος καὶ ἑαυτοῦ