Ancient Greek
3.68.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.68.2
Unproofread scanNot analysed yet
καὶ τοῦ ἑτέρου καὶ τοῦ συναμφοτέρου· ἵνα γὰρ ἡ πᾶσα δημι-ουργία τὸ τέλειον ἔχῃ, τοιοῦτος μὲν ὁ οὐρανός, τοιοῦτος δὲ ὁ χρόνος ἀπετελέσθη. συμβαίνει μέντοι καὶ ἑκάτερον τῷ ἑτέρῳ μεγάλα συναίρεσθαι πρὸς τὴν τοῦ οἰκείου παρα-δείγματος ἀφομοίωσιν· οὔτε γὰρ ὁ χρόνος ἐμιμήσατο ἂν τὸν αἰῶνα μὴ ὄντος οὐρανοῦ (ποῦ γὰρ ἂν προῆλθεν ἢ τί ποτ’ ἂν ἐμέτρησε τῶν ὄντων ἢ συνέσχεν ἢ ἐτελείωσαστο;) ,οὔτ’ ἂν ὁ οὐρανὸς μὴ ὄντος χρόνου τὸ παντελὲς καὶ τὸ αἰδίον τοῦ αὐτοῦφον κατὰ δύναμιν ἐπεμιμήσατο. γέγονε μὲν οὖν ἑκά-τερος οὐχ ἑαυτοῦ μόνον οὐδ’ ἀπ’ τοῦ ἑτέρου χάριν, ἀλλὰ τῆς συμπάσης δημιουργίας, ἵνα ὡς ὅτι τελειοτάτη καὶ ὁμοιο-τάτη τοῖς παραδείγμασιν ἀποτελεσθῇ· μᾶλλον δὲ τῆς ἀγαθό-τητος ἕνεκα τῆς τοῦ πατρὸς τῶν ὅλων, δι’ ἣν καὶ ἡ πολ-ῆσις ἔχει τὸ τέλειον. γενόμενος δὲ ὁ ἐστὶ θάτερος ὁ ἕτερος καὶ πᾶσι τοῖς ἐγκοσμίους ἑκάτερος πρὸς διαμονὴν καὶ τάξιν καὶ εὐμοιρίαν μεγάλα συναίρεται. Καὶ τοσαῦτα μὲν περὶ τοῦ ἑνὸς καὶ ὅλου καὶ μετρητικοῦ τῶν πάντων κἂν μόνου τοῦ δημιουργοῦ κἂν τῆς οἰκείας μονάδος κινηθέντος καὶ προιοῦντος χρόνον τῷ Πλάτωνι πεφιλοσόφηται. λοιπὸν δὲ ἐν τοῖς ἐπομένοις περὶ τοῦ κατ’ οὐρανὸν ἐκφαινομένου καὶ οἰονεὶ πληθυομένου καὶ οἰονεὶ συμμεριζομένου ταῖς ποικιλίαις τῶν ἄστρων φοραῖς διαλήψεται, ὃς οὐκ ἂν ἵπέστη μὴ τῆς ταύτου καὶ τῆς θάτερου περιφορᾶς περὶ τὸν ἄφανὴ καὶ ἕνα κυκλουμένης χρόνον καὶ ἀπ’ αὐτοῦ τὸ πρόσφορον ἑαυτῇ μέτρον ἑκάτερας ὑποτεμνομένης καὶ ἐκφηνάσης καὶ διὰ παν-τὸς φυλαττούσης. ὅπου δέ, ἵνα καὶ οὗτος ὁ δεύτερος χρόνος καὶ εἰς τὸ ἐμφανὲς προιοὺν καὶ πᾶσι γνώριμος διὰ τῶν τὰ μερικὰ αὐτοῦ μέτρα προχειριζόντων καὶ μᾶλλον μεριστὸς ὑποστή, τὰ πλανητὰ τῶν ἄστρων, ἐν οἷς καὶ ὁ ἥλιος καὶ σελήνη κατηρίθμηνται, γεγενῆσθαι λέγεται, πηλίκον δεῖ νομίζειν ἀξίωμα τῷ πρωτίστῳ καὶ ἐνὶ χρόνῳ παρὰ τοῦ φιλοσόφου, μᾶλλον δὲ παρ’ αὐτοῦ τοῦ δημιουργοῦ τῶν ὅλων ἀποκεκληρώσθαι;