Ancient Greek
3.69.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.69.3
Unproofread scanNot analysed yet
Διττῆς τῆς δημιουργίας οὖσης, ὡς πολλάκις ὑπεμνήσαμεν, τῆς μὲν ἀφανοῦς καὶ μιᾶς καὶ ἀπλῆς καὶ ὑπερ- B κοσμοῦ καὶ ὀλικῆς, τῆς δὲ ἐμφανοῦς καὶ πεπληθυσμένης καὶ πολυειδοῦς καὶ ἐν τῷ κόσμῳ μεριζομένης, καὶ διττὰς ἔχούσης τὰς ἐνεργείας, τὰς μὲν πρωτουργοὺς καὶ ἀκινήτους καὶ νοεράς, τὰς δὲ δευτεουργοὺς καὶ μετὰ κινήσεως προιούσας καὶ περὶ νοῦν χορευούσας, καὶ τῆς μὲν ἐξηρημένης τῶν ἀποτελουμένων, τῆς δὲ συντεταγμένης αὐτοῖς, διττὸς καὶ ὁ χρόνος προελήλυθεν εἰς τὰ ὄντα, ὁ μὲν ὑπερκόσμιος, ὁ δὲ ἐγκόσμιος, καὶ ὁ μὲν ἅμα μένων τε καὶ προϊών, ὁ δὲ ἐν κινήσει φερόμενος. καὶ ὁ μετεχόμενος διττός, ὁ μὲν κατὰ ἀπλὴν μέθεξιν, ὁ δὲ ἐν ταῖς περιόδοις τῶν οὐρανίων ἀστρων, ὡς ἀποτελεῖ μῆνας καὶ ἡμέρας καὶ νύκτας καὶ ἐνιαυτούς. τοιαύτης τοίνυν οὖσης τῆς τῶν χρόνων διαφορᾶς ὁ Πλάτων τὰ νοήματα περὶ τῆς μιᾶς καὶ ἀπλῆς οὐσίας τοῦ χρόνου παραδεδοκώς μέλλει τὸ λοιπὸν ἐντεύθεν καὶ περὶ τῆς ποικιλίας τοῦ χρόνου ποιεῖσθαι τὸν λόγον τοῦ μετεχομένου μεριστῶς, εἰς ὃν αὐτῷ καὶ ἡ περὶ τῶν πλανητῶν συντελέσει θεωρία (διὰ γὰρ τῆς τούτων κινήσεως περὶ τὸν ἥλιον χορευόντων ὁ συγγενωσμένος ἀποτελεῖται χρόνος), ἕνατον τοῦτο δημιουργικὸν δῶρον εἰς τὸν κόσμον εἰσαγαγών. ἵνα δὲ σοι C καὶ ἀπ’ αὐτῶν τῶν προοιμίων ἔνδειξιν παράσχηται τῆς τοῦδε τοῦ χρόνου πρὸς ἐκεῖνον ὑφέσεως, ἐκ λόγου τε καὶ διανοίας θεοῦ τοῦτον ὑποστηναι φησι, καὶ ἐπὶ διορισμὸν παρασχέσθαι καὶ φυλακὴν ἀριθμῶν χρόνου κατὰ τὴν τῶν ἀστρων κίνησιν. καὶ προσεκτέον ἀμφοτέροις, τῷ τε διορισμῷ τῶν χρονικῶν μέτρων τῶν πολλῶν μετὰ τὸν ἕνα