Ancient Greek
3.71.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.71.1-2
Unproofread scanNot analysed yet
ταῦτα μὲν οὖν καὶ ἀπὸ τούτων λάβοις ἂν περὶ τῶν χρόνων τούτων τῆς διαφορᾶς. καὶ ἔοικε καὶ τὸ ἵνα γεννηθῇ χρόνος εἰπεῖν οὐ μάτην, ἀλλ’ ἵνα δηλώσῃ καὶ ὅτι προῆν ὁ ἄφανης χρόνος ἀριθμὸς ὧν ὅλος καὶ εἷς καὶ νοερὸς πρὸ τοῦ μετεχομένου καὶ κατ’ ἀριθμὸν ἰόντος. πᾶν γοῦν τὸ γενόμενόν ἐστι πρὸ τῆς γενέσεως ἀφανῶς ἱδρυμένον ἐν τῇ ἑαυτοῦ αἰτίᾳ. σημαίνει οὖν ἡ γέννησις τὴν εἰς τὰ μετέχοντα πρόοδον, καθ’ ἣν ἄλλων ἐστὶν ἤδη πρῶτος καὶ δεύτερος ἐκφαινόμενος, καὶ ὡς αὐτὸς μὲν ἀπὸ τῶν ὀλικωτέρων εἰς τὰ μερικώτερα πρόεισιν ἄχρι καὶ τῶν ἐσχάτων οἷον ζώων καὶ φυτῶν, ἡμῖν δὲ ἀπὸ τῶν μερικῶν μέν, τεταγμένων δὲ μέτρων ὧλως γίνεται γνώριμος· τὸ τε γὰρ ὅλον δύσγνωστον καὶ τὸ ἄτακτον οὐκ ἂν ἄλλων γένοιτο μέτρον. ἐπειδή δέ, ὥσπερ εἴπομεν, εἰς τὴν τοῦ δευτέρου χρόνου γένεσιν, μᾶλλον δὲ εἰς τὴν τῶν πολλῶν μέτρων τῶν ἐν αὐτῷ κατάληψιν, δι’ ὧν ὅλον αὐτὸν μετρεῖν διαφερόντως εἰώθαμεν, οἷον μηνῶν καὶ ἐνιαυτῶν, δι’ ὧν μετροῦμεν τὸν χρόνον, ἡ περίοδος συντελεῖ τῶν πλανωμένων καὶ διαφερόντως ὁ ἡλιακὸς κύκλος, ταῦτα πρῶτον ὑπὸ τοῦ δημιουργοῦ γεγονένά φησίν, ἥλιον καὶ σελήνην καὶ τοὺς πέντε πλανήτας, καίτοι καὶ τῶν ἀπλανῶν ἑκάστου πάντως κατά τι μέτρον χρονικὸν τὴν ἑαυτοῦ ποιουμένου περὶ τὸ κέντρον, ὃ ἔχει σφαιρικὸς ὢν, περίοδον, ἀλλ’ ἡμῖν οὐκ ὄντων ἐκείνων τῶν μέτρων γνωστῶν ὡς τῶν ἐν τοῖς πλανήταις, καθ’ ἃ ποιοῦνται τὰς περὶ τὸν λοξὸν περιόδους· οὐδὲ γὰρ ἐπὶ τούτων ἴσμεν τὰς περὶ τὰ οἰκεῖα κέντρα περιόδους αὐτῶν. περὶ δ’ οὖν τούτων διαλέγεται καὶ φησὶν αὐτὰ γενέσθαι, ἵνα συναπεργάζωνται τὸν ἐμφανῆ χρόνον, ἄλλων ἄλλο μέτρον ἐκφαίνοντα μετρητικόν, τοῦ μὲν ἡλίου πρωτουργὸν καὶ ἡγεμονικὴν ἀξίαν λαχόντος καὶ διαφερόντως κατὰ τὴν τοῦ χρόνου γένεσιν (διὸ καὶ χρόνου χρόνος οὗτος καλεῖται παρὰ τοῖς θεολόγοις [or. chald. 33], ὡς τὸν πρῶτιστον ἐκφαίνων χρόνον, καὶ ἡ τῶν ὠρῶν