Ancient Greek
3.74.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.74.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38 C] πᾶσαν τὴν ὑπόστασιν ἔλαχε. μετὰ δὲ τὴν τριάδα ταύτην κατ’ ἄλλους καὶ ἄλλους ἀριθμοὺς ὁ χρόνος προέσει τὰ ὅλα μετρῶν καὶ ἀφορίζων τοῖς οἰκείοις ἅπαντα μέτροις. ταῦτα μὲν οὖν καὶ εἰσαύθις. ἐκεῖνό γε μὴν οὐκ ἄξιον παραδραμεῖν, ὅτι δὴ τὰ ὅλα συνυφιστὰς καὶ μήπω μερικῶν ζώων μνησθεὶς τοὺς πλανήτας ὑφίστησι, τοὺς δὲ ἀπλανεῖς ὑστερον ἐν τῇ γενέσει τῶν μερικῶν ζώων· οἱ γὰρ καλούμενοι πλάνητες κοσμοκράτορές εἰσι καὶ ὀλίγην εἴληχασιν δύναμιν, καὶ ὥσπερ ἡ ἀπλανὴς ἔχει ζώων ἀστρόφων ἀριθμόν, οὕτω καὶ ἕκαστος τούτων ἡγεῖται πλήθους οἰκείου ἢ ζώων ἢ ἄλλων τινῶν τοιούτων. διὸ καὶ ἐκείνην ἐντεῦθεν λυτέον τὴν ἀπορίαν, πῶς ἡ μὲν μία σφαῖρα πλήθος ἀστέρων περιεληφεν, αἱ δὲ πολλαὶ σφαῖραι ἕν ἀστρον ἕκαστη περιάγει. ζητεῖον γάρ, ὅτι ἐκεῖ μὲν ἡ σφαῖρα μονὰς ἦν τὸ πλήθος ἐν ἑαυτῇ τὸ οἰκεῖον συλλαβοῦσα, μία οὖσα, καὶ ἥκει πρὸς τὸ τοῦ πλήθους περιοχὴν πρώτου πλήθους ὄντος, ἐπὶ δὲ τούτων διττὸν τὸ ἡγοῦμενον, τὸ μὲν ἡ σφαῖρα, τὸ δὲ ἕκαστος τῶν κοσμοκρατόρων, μονὰς ὧν τῷ πλήθει συντεταγμένη· τὰ γὰρ ὑφεμένα πλειόνων δεῖται τῶν ἡγουμένων, καὶ τὸ πλήθος καθ’ ἕκαστην διὰ τὴν ὕφεσιν ἀφανές. ἐν δὲ τοῖς ὑπὸ σελήνην ἐτι πλείους αἱ ἡγοῦμεναι τάξεις τῶν καθ’ ἕκαστον στοιχεῖον θείων γενῶν, ὡς μαθησόμεθα διὰ τῆς παραδοθησόμενης θεογονίας. ἀλλὰ ταῦτα μὲν ἔστω δῆλα. Τοσοῦτον δὲ ἄξιον ἐν τοῖς περὶ τῆς τοῦ χρόνου γενέσεως ἐπιστάσεως· εἰ μὲν μετὰ ψυχὴν ὁ χρόνος, πῶς ἐκείνη κινεῖται κατὰ χρόνον· εἰ δὲ πρὸ ψυχῆς, πῶς γενέσθαι λέγεται (τῶν γὰρ γεννηθέντων ἀρίστην εἶπεν εἶναι τὴν ψυχήν)· εἰ δὲ ψυχῇ σύστοιχος, πῶς οὐχὶ καὶ ὁ αἰὼν τῷ νῷ σύστοιχος, ἀλλὰ πρὸ νοῦ· καὶ ζητεῖον, ὅτι πρὸ ψυχῆς μὲν ὁ χρόνος, ὡς πρὸ τοῦ νοῦ ὁ αἰών, ἀρίστη δὲ ψυχὴ τῶν γεννηθέντων, ἥ δὴ καὶ καθ’ αὐτὰ γενητὰ ἐστι καὶ οὐ μόνον κατὰ τὴν εἰς τὰ δεύτερα παρουσίαν ἑαυτῶν, ἀλλὰ καὶ τὴν ἐντὸς ἐνέργειαν ἔχει γένεσιν καὶ τὴν οὐσίαν μεριστὴν εἰς πλήθος μερῶν,