Ancient Greek
3.74.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.74.1-2
Unproofread scanNot analysed yet
πᾶσαν τὴν ὑπόστασιν ἔλαχε. μετὰ δὲ τὴν τριάδα ταύτην κατ’ ἄλλους καὶ ἄλλους ἀριθμοὺς ὁ χρόνος πρόεισι τὰ ὅλα μετρῶν καὶ ἀφορίζων τοῖς οἰκείοις ἅπαντα μέτροις. ταῦτα μὲν οὖν καὶ εἰσαύθις. ἐκεῖνό γε μὴν οὐκ ἄξιον παραδραμεῖν, ὅτι δὴ τὰ ὅλα συνυφιστὰς καὶ μήπω μερικῶν ζώων μνησθεὶς τοὺς πλανήτας ὑφίστησι, τοὺς δὲ ἀπλανεῖς ὑστερον ἐν τῇ γενέσει τῶν μερικῶν ζώων· οἱ γὰρ καλούμενοι πλάνητες κοσμοκράτορές εἰσι καὶ ὀλιxὴν εἵληχασι δύναμιν, καὶ ὥσπερ ἡ ἀπλανὴς ἔχει ζώων ἀστρωῶν ἀριθμόν, οὕτω καὶ ἕκαστος τούτων ἡγεῖται πλήθους οἰκείου ἢ ζώων ἢ ἄλλων τινῶν τοιούτων. διὸ κάκεινην ἐντεῦθεν λυτέον τὴν ἀπορίαν, πῶς ἡ μὲν μία σφαῖρα πλήθος ἀστέρων περιείληφεν, αἱ δὲ πολλαὶ σφαῖραι ἕν ἄστρον ἑκάστη περιάγει. ῥητέον γάρ, ὅτι ἐκεῖ μὲν ἡ σφαῖρα μονὰς ἦν τὸ πλῆθος ἐν ἑαυτῇ τὸ οἰκεῖον συλλαβοῦσα, μία οὖσα, καὶ ἥρκει πρὸς τὴν τοῦ πλήθους περιοχὴν πρώτου πλήθους ὄντος, ἐπὶ δὲ τούτων διττὸν τὸ ἡγοῦμενον, τὸ μὲν ἡ σφαῖρα, τὸ δὲ ἕκαστος τῶν κοσμοκρατόρων, μονὰς ὢν τῷ πλήθει συντεταγμένη· τὰ γὰρ ὑφειμένα πλειόνων δεῖται τῶν ἡγουμένων, καὶ τὸ πλήθος καθ’ ἑκάστην διὰ τὴν ὑφεσιν ἄφανές. ἐν δὲ τοῖς ὑπὸ σελήνην ἔτι πλείους αἱ ἡγοῦμεναι τάξεις τῶν καθ’ ἕκαστον στοιχεῖον θείων γενῶν, ὡς μαθησόμεθᾳ διὰ τῆς παραδοθησομένης θεογονίας. ἀλλὰ ταῦτα μὲν ἔστω δῆλα. Τοσοῦτον δὲ ἄξιον ἐν τοῖς περὶ τῆς τοῦ χρόνου γενέσεως ἐπιστάσεως· εἰ μὲν μετὰ ψυχὴν ὁ χρόνος, πῶς ἐκεῖνη κινεῖται κατὰ χρόνον· εἰ δὲ πρὸ ψυχῆς, πῶς γενέσθαι λέγεται (τῶν γὰρ γεννηθέντων ἀρίστην εἶπεν εἶναι τὴν ψυχήν)· εἰ δὲ ψυχῇ σύστοιχος, πῶς οὐχὶ καὶ ὁ αἰὼν τῷ νῷ σύστοιχος, ἀλλὰ πρὸ νοῦ· καὶ ῥητέον, ὅτι πρὸ ψυχῆς μὲν ὁ χρόνος, ὡς πρὸ τοῦ νοῦ ὁ αἰών, ἀρίστη δὲ ψυχὴ τῶν γεννηθέντων, ἥ δὴ καὶ καθ’ αὐτὰ γενητὰ ἔστι καὶ οὐ μόνον κατὰ τὴν εἰς τὰ δεύτερα παρουσίαν ἑαυτῶν, ἀλλὰ καὶ τὴν ἐντὸς ἐνέργειαν ἔχει γένεσιν καὶ τὴν οὐσίαν μεριστὴν εἰς πλῆθος μερῶν,