Ancient Greek
3.75.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.75.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38 C] οἷον αὐτὸς ἡμῖν παραδέδωκεν. ὁ δὲ χρόνος καθ’ αὐτὸν μὲν αἰώνιος, νοῦς ὢν, ὡς δέδεικται, μετέχεται δὲ γεννητῶς, οὐχ ὅλος ἅμα οὐδὲ ἀκινήτως, ὥσπερ οἱ πρὸ αὐτοῦ νοῦς, ἀλλὰ κινητῶς· ὅθεν καὶ τελειοῖ τὴν ψυχὴν ὡς νοῦς, καὶ γεννητὸς ἐστὶ κατὰ τὰς μεθέξεις, ρέους πολλὰς εἰς τὰ μετέχοντα, καὶ ὡς ἀριθμητὰς ἐποίησε τὰς γενέσεις. οὕτω δὴ γεννητὸν ἀπο-φήνας τὸν ἐκείναις συνεκδομαίνοντα πάντως ἀριθμὸν (διὸ καὶ εἴρηται κατ’ ἀριθμὸν ἰὸν εἶναι κινητός, ἀλλ’ οὐκ ἀριθ-μὸς ὢν, ὅς ἐστιν αὐτὸς πρὸ τῶν ἡριθμημένων), καὶ διὰ ταῦτα ἄρα τὸν μὲν χρόνον αἰώνιον εἰκόνα προσειρήκεν ἐνταῦθα, διότι κατὰ τὴν ἔνδον ἐνέργειαν αἰώνιος ἐστιν, ὅλην ἅμα παρουσαν αὐτὴν ἔχων, ἐν δὲ τοῖς Νόμοις [X 904A] εἶπε τὴν ψυχὴν ἀνώλεθρον μὲν, οὐ μέντοι αἰώνιον, διότι μηδὲ τὴν ἔνδον ἐνέργειαν ἀμετάβατον εἵληφεν.