Ancient Greek
3.75.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.75.1-2
Unproofread scanNot analysed yet
οἷον αὐτὸς ἡμῖν παραδέδωκεν. ὁ δὲ χρόνος καθ’ αὐτὸν μὲν αἰώνιος, νοῦς ὢν, ὡς δέδεικται, μετέχεται δὲ γεννητῶς, οὐχ ὅλος ἅμα οὐδὲ ἀκινήτως, ὥσπερ οἱ πρὸ αὐτοῦ νόες, ἀλλὰ κινητῶς· ὅθεν καὶ τελείοι τὴν ψυχὴν ὡς νοῦς, καὶ γεννητὸς ἐστι κατὰ τὰς μεθέξεις, ῥεύσας πολὺς εἰς τὰ μετέχοντα, καὶ ὡς ἀριθμητὰς ἐποίησε τὰς γενέσεις. οὕτω δὴ γεννητὸν ἀποφήνας τὸν ἐκείναις συνεκδραμόντα πάντως ἀριθμὸν (διὸ καὶ εἴρηται κατ’ ἀριθμὸν ἰὸν εἶναι κινητός, ἀλλ’ οὐκ ἀριθμὸς ὢν, ὃς ἐστὶν αὐτὸς πρὸ τῶν ἡριθμημένων), καὶ διὰ ταῦτα ἄρα τὸν μὲν χρόνον αἰώνιον εἰκόνα προσεῖρηκεν ἐνταῦθα, διότι κατὰ τὴν ἔνδον ἐνέργειαν αἰώνιος ἐστίν, ὅλην ἅμα παροῦσαν αὐτὴν ἔχων, ἐν δὲ τοῖς Νόμοις [X 904A] εἶπε τὴν ψυχὴν ἀνώλεθρον μὲν, οὐ μέντοι αἰώνιον, διότι μηδὲ τὴν ἔνδον ἐνέργειαν ἀμετάβατον εἵληχε.