Ancient Greek
3.76.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.76.3-2
Unproofread scanNot analysed yet
Ἡ μὲν κατὰ Πλάτωνα σφαιροποιία ποίαν ἀποδίδωσι τοῖς πλανωμένοις τάξιν, οὐ μόνον ἐκ τούτων δῆλον ἐστίν, ἀλλὰ καὶ ἐκ τῶν ἐν Πολιτείᾳ [X 616E] γεγραμμένων· τὸν γὰρ ἥλιον δεύτερον τάττει μετὰ σελήνην, ἐπεὶ καὶ ἡ κοινωνία τῶν θεῶν τούτων ἡ περὶ τὴν ἐμφανῆ ποίησιν πλεῖστη τίς ἐστιν· ὁ μὲν γὰρ πατρός, ἡ δὲ μητρὸς ἐπέχει τάξιν, καὶ τὰ αἴτια αὐτῶν τὰ τε νοητὰ καὶ τὰ νοερὰ συνήνωται ἀλλήλοις, καὶ ἀπὸ μιᾶς αἰτίας ἐξεφάνησαν· τίκτει γὰρ ἡ αὐτὴ θεὸς Ἥλιόν τε μέγαν καὶ λαμπρὰν Σελήνην [Hes. theog. 18], τάχα καὶ τῶν λογίων ἡμᾶς τοῦτο διδασκόντων, πανταχοῦ μετὰ τὸν ἥλιον τὴν σελήνην ταττόντων καὶ μετὰ τὴν σελήνην τὸν ἄερα, καὶ ὅταν ἄνωθεν τὴν τάξιν αὐτῶν παραδιδῷ καὶ ὅταν κάτωθεν·