Ancient Greek
3.80.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.80.1
Unproofread scanNot analysed yet
Δ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38D] φασίν, ὅτι δὴ συνάπτουσιν οἱ ἐπίκυκλοι τῶν τριῶν τούτων D ἀστέρων, καὶ ἐπὶ μιᾶς αὐτῶν ἐστὶν εὐθείας τὰ κέντρα· ὥσπερ οὖν μιᾶς εὐθείας κινουμένης ἢ ἀποκατάστασις μία, οὕτω καὶ οἱ τούτων ἐπίκυκλοι ποιοῦνται τὴν αὐτὴν ἀποκατάστασιν, καὶ αὐτῶν δὲ τῶν ἐπικύκλων οἱ μὲν ἄκροι ἐλάττους εἰσίν, ὁ δὲ μέσος μείζων, ὥστε τὰς ὁμαλὰς αὐτῶν κινήσεις κατὰ λόγον ἀναφέρεσθαι τὸν αὐτὸν καὶ τὰς ἀνωμάλους. οἱ δὲ ἀπὸ τοῦ Πλάτωνος ἐξηγήται τὴν αἰτίαν ζητήσαντες ἐπὶ τὰς ὁρὰς αὐτῶν ἀνήγαγον τὴν ἰσότητα 10 τὴν ἀνισότητος τῶν δρόμων ἀρχήν, ὥσπερ δὴ φασὶ Πυρφύριός τε καὶ Θεόδωρος· ἐστὶ γὰρ κατ’ αὐτοὺς τὸ ἀνἰσοταχὲς ἢ ἰσοταχὲς παρὰ τὸ αὐτόθεν ἢ διὰ πλειόνων φέρεσθαι τοὺς νοῦς ἐπὶ τὴν οὐσίαν, καὶ παρὰ τὸ εἰς τὸ αὐτὸ καταστρέφειν, εἰ καὶ δι’ ἄλλων μέσων, ἢ καὶ εἰς ἄλλο καὶ 15 ἄλλο· ἥλιος μὲν γὰρ οὐσία ὧν ἐπὶ νοῦν ὁδεύει διὰ ζωῆς, Ἀφροδίτη δὲ νοῦς μὲν, ἀλλὰ διὰ ζωῆς ἐπὶ νοῦν, Ἑρμῆς δὲ ζωὴ μὲν, διὰ δὲ εἰς νοῦν· εἰ καὶ ὁ νοῦς οὗτος, ἐφ’ ὃν ἢ καταστροφὴ τοῖς τρισὶν, ὅπου μὲν ἐστὶν οὐσιώδης, ὅπου δὲ νοερός, ὅπου δὲ ζωικός· διὸ καὶ ἀνισοταχῶς κινου- 20 μενοι καὶ ἀλλήλων ἀπολείπεσθαι καὶ προηγείσθαι δοκοῦντες εἰς ταὐτὸν καταλήγουσι. Κρόνος δὲ καὶ Ζεὺς καὶ Ἄρης δύναιντο μὲν ἂν καὶ διαφόρων εἶναι τμημάτων καὶ διὰ τοῦτο οὐκ ἰσοταχεῖς· εἰ δὲ καὶ τοῦ αὐτοῦ εἶεν, ἀλλὰ τῷ μὴ πρὸς αὐτὸ καταστρέφειν ἢ μὴ διὰ τῶν ἴσων μεσοτήτων οὐκ ἰσοταχεῖς· οἷον εἰ Κρόνος μὲν αὐτόθεν οὐσία ὧν ἐπὶ 25 E τὴν οὐσίαν ἰοί, Ζεὺς δὲ διὰ νοῦ μόνον, Ἄρης δὲ διὰ νοῦ καὶ ζωῆς, ἔσται ὁ μὲν ἀμέσως ἐν τῇ οὐσίᾳ, ὁ δὲ διὰ μιᾶς μεσότητος, ὁ δὲ διὰ δυεῖν, καὶ οὕτως οὐκ ἰσοταχεῖς· ἐστὶ γὰρ τῶν πλανωμένων ἡ μὲν πρώτη τριάς ἐπὶ οὐσίαν, ἡ δὲ δευτέρα ἐπὶ νοῦν ἀναγομένη, σελήνη δὲ ἐπὶ ζωήν, πᾶσαν 30 τὴν γένεσιν ἐν ἑαυτῇ περιέχουσα καὶ προιοῦσα μέχρι τῶν