Ancient Greek
3.82.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.82.1
Unproofread scanNot analysed yet
ἔστι καὶ ἀνυπέρθλητος δύναμις καὶ διὰ τοῦτο καθ’ ἑαυτὴν ἀσύμμετρος, αἱ δὲ τῆς Ἀφροδίτης καὶ αἱ τοῦ Ἑρμοῦ συμμετρίαν ἐπιλάμπουσαι καὶ εὐκρασίαν διὰ τὸ ἀεὶ μετὰ ἡλίου περιπολεῖν ἐναρμόνιον παρέχονται τὴν ἡλιακὴν ποίησιν· ἄμφω γὰρ κοινωνίας εἰσὶν αἴτιοι καὶ ὁ Ἑρμῆς, κοινωνὸς ὤν ἐν ταῖς ποιήσεσι τῶν τε ἡμερινῶν καὶ τῶν νυκτερινῶν καὶ ἀρρενούμενος καὶ θηλυνόμενος, καὶ ἡ Ἀφροδίτη, συνδετικὴν ἔχουσα δύναμιν καὶ συναρμοστικὴν τῶν διεστώτων. εἴποις δ’ ἂν καὶ διότι ὁ μὲν ἥλιος οὔτε ἀφαιρέσεσιν οὔτε προσθέσεσι χῶται τῶν κινήσεων οὔτε στηριγμοῖς, Ἑρμῆς δὲ καὶ Ἀφροδίτη προποδισμοῖς χῶνται καὶ στηριγμοῖς καὶ ὑποποδισμοῖς, ἐναντίας αὐτοὺς εἰληχέναι πρὸς τὸν ἥλιον κατὰ τὸ φαινόμενον δυνάμεις. καὶ μήποτε, καθὰ καὶ πρότερον εἴπομεν [II 267, 19ss], ταῖς πρώταις τρισὶ μονάσι ταῖς ἐν προθύροις τἀγαθοῦ [Phil. 64C] προῆλθον ἀνὰ λόγον· ὁ μὲν γὰρ ἥλιος, ὡς ἐμάθομεν ἐν Πολιτείᾳ [VI 508As], τῆς ἀληθείας εἰκόνα τὸ φῶς ὑπέστησεν, ἡ δὲ Ἀφροδίτη κάλλους ἐστὶν αἰτία τοῖς γενήτοις, ὅ ἐστιν ἐκείνου μίμημα τοῦ κάλλους, ὁ δὲ Ἑρμῆς συμμετρίας πᾶσιν αἴτιος λόγος ὤν τοῖς περὶ τὴν γένεσιν· πᾶσα γὰρ συμμετρία καθ’ ἕνα πρόεισι λόγον καὶ κατ’ ἀριθμόν, ὧν ἐστιν ὁ θεὸς οὗτος δοτήρ. ἐκείνων οὖν τῶν μονάδων ὄντες ἀνὰ λόγον μετ’ ἀλλήλων οὕσῶν εἰκότως καὶ αὐτοὶ συνέιναι ἀλλήλοις ἐφλένται καὶ συμπεριπολεῖν. διὰ δὴ τοῦτο καὶ καταλαμβάνουσι καὶ καταλαμβάνονται διὰ τὴν μετ’ ἀλλήλων ποίησιν καὶ τὴν συναντεργασίαν τῶν δημιουργικῶν ἔργων. εἰ δὲ καὶ τοτὲ μὲν κινῶνται θάττον, τοτὲ δὲ βραδύτερον, καὶ οὐχ ὅτε θάττον οἱ ἕτεροι, τότε καὶ οἱ λοιποί, οὐδ’ ὅτε βραδύτερον, καὶ οἱ ἄλλοι, εἰκότως καταλαμβάνουσιν ἀλλήλους οἱ θάττον κινούμενοι τοὺς βραδύτερον καὶ καταλαμβάνονται ἐμπαλιν. καὶ ἡ μὲν πάντων περίοδος μία, τὰ δὲ μέρη τῶν περιόδων διαφέροντα τῷ θάττονι καὶ βραδυτέρῳ κατ’ ἄλλα καὶ ἄλλα μέρη