Ancient Greek
3.84.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.84.3-2
Unproofread scanNot analysed yet
F Τὰ μὲν ἄλλα δῆλον ὅτι λέγοι ἂν Ἄρεα καὶ Δία καὶ Κρόνον, τὸ δὲ ἵδρύσατο τὴν αἰδίον καὶ ἄφθαρτον αὐτῶν ἐμφαίνει δημιουργίαν. εἰ δέ, ὥσπερ ἐν τισιν εὑρομεν, ἵδρύ-σαντο γράφοις, ἔνδειξιν σοι τοῦτο παρέξεται τοῦ καὶ ἀπὸ δημιουργοῦ μὲν καὶ ἀπ’ ἄλλων δὲ αἰτιῶν ἀπογεννᾶσθαι καὶ διακοσμείσθαι τὸν οὐρανόν· καὶ γὰρ μικρῷ πρότερον τὰ ἑπτὰ σώματα τὸν θεὸν ἔλεγε διακοσμῆσαι καὶ τὴν ἑατέρου περίοδον, πρὸς δὲ ταύτῃ καὶ τὰς ἰδίας αὐτῶν ψυχάς, ἃς ὤνόμασε περιφοράς. ταῦτα δὲ καὶ ὡς ἀπὸ πάντων τῶν