Ancient Greek
3.84.7
Proclus Phil., In Platonis Timaeum Commentaria 3.84.7
Unproofread scanNot analysed yet
δημιουργοῦ D 5 32 καὶ del? ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38DE] αἰδίων θεῶν †ὑφισταμένων πάντων εἴρηται τῷ ἰδρύσαντο, μεθ’ ὧν ὁ δημιουργὸς ἕκαστα ἀπεργάζεται καὶ τὸν ὅλον κόσμον ἄγαλμα ποιῶν καὶ τὰ τῶν μερικῶν θεῶν ἀγάλματα ἐν αὐτῷ ἰδρύμενος. δεῖ δὲ ἐν τούτοις μεμνῆσθαι καὶ ὧν εἰώθαμεν λέγειν περὶ τῆς τάξεως τῶν ἐγκοσμίων πάντων, ὅτι μονὰς μὲν ἡ ἀπλανής ἐστι, τοῦ ὁσαύτως οὖσα αἰτία πᾶσι, τριάς δὲ ὑπ’ αὐτὴν Κρόνος, Ζεὺς, Ἄρης, ὁ μὲν συνοχῆς αἴτιος, ὁ δὲ συμμετρίας, ὁ δὲ διακρίσεως. καὶ πάλιν μονὰς μὲν ἡ σελήνη, πάσης αἰτία γενέσεως καὶ φθορᾶς, τριάς δὲ τὰ ἐν γενέσει στοιχεῖα τὰ ὑπ’ αὐτὴν· μέσοι δὲ τούτων οἱ ἰσόδρομοι, καὶ ὁ μὲν ἥλιος τῆς ἀληθείας ἐκφαντικός, ὡς ἤδη πολλάκις εἶπον, ἡ δὲ Ἀφροδίτη τοῦ κάλλους, Ἑρμῆς δὲ τῆς τῶν λόγων συμμετρίας, τῶν ἐν προθύροις τοῦ ἀγαθοῦ μονάδων. εἰ δὲ βούλει καὶ ὅτι τῶν ἐπτά πλανητῶν σελήνη μὲν αἰτία τοῖς θνητοῖς τῆς φύσεως, τὸ αὐτόπτον ἄγαλμα οὖσα τῆς πηγᾶς φύσεως, ἥλιος δὲ δημιουργὸς τῶν αἰσθήσεων πασῶν, διότι καὶ τοῦ ὁρᾶν καὶ τοῦ ὁρᾶσθαι αἴτιος, Ἑρμῆς δὲ τῶν τῆς φαντασίας κινήσεων (αὐτῆς γὰρ τῆς φανταστικῆς οὐσίας ὡς μιᾶς οὖσης αἰσθήσεως καὶ φαντασίας ἥλιος ὑποστάτης), Ἀφροδίτη δὲ τῶν ἐπιθυμητικῶν ὀρέξεων, Ἄρης δὲ τῶν θυμοειδῶν κινήσεων τῶν κατὰ φύσιν ἑκάστοις, κοινὴ δὲ τῶν μὲν ζωτικῶν πασῶν δυνάμεων Ζεὺς, τῶν δὲ γνωστικῶν Κρόνος· διήρτηται γὰρ πάντα τὰ εἴδη τὰ ἄλογα εἰς ταύτας. τούτων οὖν τὰ αἴτια προεῖληπται ἐν τοῖς οὐρανοῖς, ὅ δὴ παρήγαγεν ὁ πατὴρ καὶ ἵδρυσεν ἄλλα ἄλληλῳ κατὰ τὴν ἑαυτῶν ἕκαστα τάξιν αἴτια τούτων ἐν τοῖς οὐρανοῖς κύκλοις. ἀλλὰ ταῦτα μὲν ὑπεμνήσθη διὰ τούτων. Ἀπορήσειε δ’ ἂν τις ἐπὶ τοῖς εἰρημένοις εἰκότως, ποῦ τὴν τῆς ἀπλανοῦς ψυχὴν ὑφίστησιν ὁ Πλάτων εὑλαβούμενος, μήποτε τὴν αὐτὴν τε κόσμου καὶ τῆς ἀπλανοῦς ποιεῖ ψυχήν, ὥσπερ καὶ ὁ Ἀριστοτέλης