Ancient Greek
3.87.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.87.2
Unproofread scanNot analysed yet
Τίς μὲν ἡ ψύχωσις τῶν ἑπτὰ σωμάτων τῶν κοσμοκρατόρων καὶ τίς ἡ τάξις, εἴρηται διὰ τῶν ἔμπροσθεν λόγων. ὅπως δὲ ἕκαστον αὐτῶν καὶ ζῷόν ἐστι καὶ θειοτέρας ἐξήρτηται ψυχῆς καὶ ὁποίαν εἰς τὸ πᾶν παρέχεται συντέλειαν, διὰ τῶνδε παραδίδωσι τοῖς ὁρᾶν δυναμένοις τῶν ὀμμάτων· ἕκαστον γὰρ αὐτῶν καὶ ζωὴν ἔλαχε καὶ κίνησιν τὴν ἑαυτῷ πρέπουσαν· ὅπου γὰρ καὶ τῶν θνητῶν ἑκάστῳ νέμει τὸ προσῆκον ὁ δημιουργικὸς δεσμὸς καὶ πάντα συντάττει πρὸς τὴν μακαριότητα τοῦ παντός, τί ἂν φαίης περὶ αὐτῶν τῶν ἡγεμόνων τοῦ παντός; οὐχὶ καὶ πᾶν τὸ πρέπον αὐτοῖς καὶ τὸ ἀγαθὸν αὐτῶν ἀπειληφέναι παρὰ τοῦ πατρὸς καὶ τῷ καλῷ διαλάμποντας αὐτοὺς οὐ μόνον τὴν τοῦ χρόνου τῷ πατρὶ συναπεργάζεσθαι γένεσιν, ἀλλὰ καὶ τὸν ὅλον κόσμον ποδηγετεῖν καὶ κυβερνᾶν; καὶ πῶς; οὐχὶ ταῦτα περὶ αὐτῶν λέγοντες ὀρθῶς ἂν λέγοιμεν, καὶ πρὸς τούτοις, ὅτι τὸ καλὸν καὶ τὸ ἀγαθὸν οὐ μόνον παρὰ τῆς δημιουργικῆς δέχονται μονάδος, ἀλλὰ καὶ αὐτοὶ ἑαυτοῖς παρέχουσιν, αὐτοκίνητοι ὄντες καὶ ἀφ’ ἑαυτῶν ἀρχόμενοι τῆς δόσεως τῶν ἀγαθῶν; ὅ δὴ καὶ ὁ Πλάτων ἐνδεικνύμενος ἀφικέσθαι φησὶν εἰς τὴν πρέπουσαν ἕκαστον φοράν, ὡς καὶ ἑαυτῷ τὸ μέτρον ἀφορίζον τῆς τε ζωῆς καὶ τῆς τάξεως, ἣν ἔλαχεν ἐν τῷ παντί, καὶ τῆς κινήσεως. ἐπειδὴ δὲ ἕκαστον αὐτῶν, τῶν ἑπτὰ λέγω σωμάτων, ἔχει διττὴν ζωὴν, τὴν μὲν ἀχώριστον, τὴν δὲ χωριστήν, καὶ τὴν μὲν νοερὰν καὶ ἐφ’ ἑαυτῆς ἰδρυμένην ἡγεμονικῶς, τὴν δὲ περὶ τὸ σῶμα μεριζομένην καὶ συνέχουσαν αὐτὸ καὶ κινοῦσαν, καὶ κατὰ μὲν ταύτην ζῷόν ἐστι, κατ’ ἐκείνην δὲ θεός, διακρίνων ἀμφότερα ταῦτα ὁ Πλάτων καὶ ὡς ἄλλο μὲν ἡ θεία ψυχὴ καὶ νοερὰ καὶ