Ancient Greek
3.91.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.91.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39 A] ἔχειν τὴν ταύτου καὶ ὁμοίου φύσιν, ἵνα εἰς ὁ κόσμος ἢ καὶ ἵνα πάντα κατὰ δύναμιν ἀδία ἢ καὶ μιμῆται τὸ αὐτοζῶον ὁ κόσμος, ἐν ᾧ πάντα διαιωνίως ἐστίν· εἰ γὰρ ἐπεκράτει τῆς ταύτου περιφορᾶς ἡ θάτερον, ἑλάττον ἂν ἦν ἐν τῷ παντὶ τὸ ἀμετάβλητον, καὶ οὐ πᾶν ὅσον οἷός τε ἦν ὁ κόσμος τῆς ἀδιότητος μέτρον ἐδέξατο ἂν, τούτου δὲ οὕτως ἔχοντος ἑλάττων ἂν αὐτοῦ καὶ ἡ πρὸς τὸ αὐτοζῶον ὁμοιότης ἦν. τῆς δὲ θάτερου φορᾶς ἰούσης διὰ τῆς ταύτου καὶ κρατουμένης ὑπ’ αὐτῆς ***καὶ ἐντὸς ἐκείνης εἰσι διὰ τῆς κοιλότητος αὐτῆς ἀνακυκλουμένη καὶ συμπερίεισιν αὐτῇ. κατ’ αὐτὴν τὴν θάτερον φορὰν κινεῖται τὰ ἑπτὰ σώματα τὰ μὲν βραδύτερα ὄντα, τὰ δὲ θάττω, τὰ μὲν μεῖζω περιιόντα κύκλον, τὰ δὲ ἑλάττω· σελήνη μὲν γὰρ ἑλάττονα περιιοῦσα κύκλον θάττον περίεισιν, ὁ δὲ Κρόνος μεῖζω περιὼν βραδύτερον. Ταῦτα δὲ ὁ Πλάτων πρὸς τὰς ἀποκαταστάσεις ὁρῶν διατάττεται, διὸ καὶ περιμέναι φησὶ θάττον ἢ βραδύτερον, ἀλλ’ οὐχὶ ἀπλῶς εἶναι μὲν θάττον, ἐκπεριμέναι δὲ βραδύτερον· ὅταν μὲν γὰρ τὸν αὐτὸν ἔχῃ λόγον ὁ τε κύκλος πρὸς τὸν κύκλον καὶ ὁ χρόνος πρὸς τὸν χρόνον, τότε τὰ κινούμενα ὁμοταχῇ ἐστιν· ἔστω γὰρ διπλασίαν ὁ τε κύκλος τοῦ κύκλου καὶ ὁ χρόνος τοῦ χρόνου. τὸ δὴ τὸν μεῖζονα κύκλον ἐν τῷ διπλασίῳ κινηθὲν ἐν τῷ ἡμίσει τὸν ἑλάττω κινηθήσεται. ἐκινεῖτο δὲ καὶ θάτερον ἐν τῷ ἡμίσει τὸν αὐτόν· ὁμοταχῇ ἄρα ἐστὶ· τὰ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ κινούμενα ὁμοταχῇ ἐστιν. ὅταν δὲ ὁ κύκλος πρὸς τὸν κύκλον μεῖζονα ἔχῃ λόγον ἢ ὁ χρόνος πρὸς τὸν χρόνον, θάττόν ἐστι τὸ τὸν μεῖζον κύκλον διόν· ἔστω γὰρ οὕτως καὶ γεγονέτω ὡς ὁ κύκλος πρὸς τὸν κύκλον ὁ χρόνος πρὸς χρόνον τινά· πρὸς ἑλάττω δὴ ἔσται τοῦ ἐξ ἀρχῆς· τὸ γὰρ αὐτὸ πρὸς τὸ ἑλάττον μεῖζον λόγον ἔχει. τὸ ἄρα μεῖζον κύκλον διὸν ἐν τούτῳ τῷ ἑλάττονι τοῦ ἐλάσσονος ἐξ ἀρχῆς τὸν ἐλάσσονα διελεύσεται κύκλον· δέδεικται γάρ, ὅτι, ἐὰν ὡς