Ancient Greek
3.96.3 to 3.96.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.96.3-4
Unproofread scanNot analysed yet
Ἵνα δὲ εἴη μέτρον ἐναργὲς τι πρὸς ἄλληλα βραδυτητὶ καὶ τάχει καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο, φῶς ὁ θεὸς ἀνῆψεν ἐν τῇ πρὸς γῆς δευτέρας τῶν περιόδων, ὃ δὴ νῦν κεκλήκαμεν ἥλιον, Ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν μετάσχοι τε ἀριθμοῦ τὰ ζῷα, ὅοις ἦν προσῆκον, μαθόντα παρὰ τῆς ταύτου καὶ ὁμοίου περιφορᾶς [39 B]. Τὴν μίαν καὶ ἡγεμονικὴν αἰτίαν τῆς τοῦ φανεροῦ χρό- E νου γενέσεως ἐν τούτοις παραδίδωσιν ὁ Πλάτων· ὡς γὰρ τὸν ἄφανὴ χρόνον ὁ δημιουργὸς ὑφίστησιν, οὕτω τὸν ἐμφανῆ