Ancient Greek
3.99.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.99.2
Unproofread scanNot analysed yet
ἡγεμόνα τῶν ὅλων καὶ ὡς ἐγκόσμιον καὶ ὡς ὑπερκόσμιον, καθὸ καὶ προσλάμπει τὸ θεῖον φῶς ὡς τἀγαθὸν τὴν ἀλήθειαν τὴν ἐκθεοῦσαν τοὺς τε νοητοὺς καὶ τοὺς νοεροὺς διακόσμους, ὡς ὁ Φάνης παρὰ τῷ Ὀρφεῖ [frg. 58] προῆψεν τὸ νοητὸν φῶς, ὁ πληροῖ νοήσεως πάντας τοὺς νοεροὺς θεούς, ὡς ὁ Ζεὺς νοερὸν καὶ δημιουργικὸν ἀνάπτει φῶς εἰς πάντας τοὺς ὑπερκοσμίους· οὕτω γὰρ καὶ ὁ ἥλιος τὸ ὁρατὸν πᾶν ἀπολαμπρύνει διὰ τοῦ ἀχράντου τούτου φωτός, καὶ ἀεὶ τὸ προσλάμπον ἐν ὑπερέχᾳ τάξει τῶν προσλαμπομένων ἐστίν· οὔτε γὰρ τἀγαθὸν νοητὸν ἐστὶν οὔτε ὁ Φάνης νοερὸς οὔτε ὁ Ζεὺς ὑπερκόσμιος. κατὰ δὴ τοῦτον τὸν λόγον καὶ ὁ ἥλιος ὑπερκόσμιος ὢν τὰς πηγὰς ἀφίησι τοῦ φωτός, καὶ οἱ γε μυστικώτατοι τῶν λόγων καὶ τὴν ὁλότητα αὐτοῦ τὴν ἐν τοῖς ὑπερκοσμίους παραδεδώκασιν· ἐκεῖ γὰρ ὁ ἡλιακὸς κόσμος καὶ τὸ ὅλον φῶς, ὡς αἱ τε Χαλδαῖων φήμαι [or. chald. 32s] λέγουσι καὶ ἐγὼ πεῖθομαι. ταῦτα καὶ περὶ τούτων.