Ancient Greek
3.99.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.99.2-2
Unproofread scanNot analysed yet
Ἐπανιτέον δὲ ἐπὶ τὴν λέξιν καὶ ζητέον οὕτωςί· τὸ μὲν ἵνα δὲ εἴη μέτρον οὐ τὸ ἐπινοηματικὸν σημαίνει μέτρον, ἀλλ’ αὐτὸ τὸ μετροῦν καὶ ἀφορίζον τὰς σωματικὰς κινήσεις καὶ τὸν χρόνον τὸν ἐμφανῆ γεννῶν. τὸ δὲ καὶ <τὰ> περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο πρὸς τὸ μέτρον ἀποδέδοται <καὶ> δῆλον ὅτι τοῦτο τὸ μέτρον τὰ μέτρα τὰ περὶ τὰς ὁδοὺς τῶν ὀκτὼ φορῶν διέξεισι καὶ καταμετρεῖ· λέγομεν γὰρ ἐκ πόσων ἐστὶν ἐνιαυτῶν ἡ κοινὴ τῶν ὀκτὼ συναποκατάστασις, τὸν δὲ ἐνιαυτὸν ἴσμεν τὸν ἡλιακὸν διὰ τὸ φῶς· διὰ γὰρ τούτου γιγνώσκομεν, οἷαν ἐπέχει τοῦ λοξοῦ ὁ ἥλιος καὶ ποίαν ἀπολείπει καὶ εἰς ποίαν πορεύεται. διὰ δὲ τούτων καὶ αὐτὸς ἐν πόσῳ χρόνῳ δίεισι τὸν ἴδιον κύκλον καὶ περιπορεύεται καὶ πᾶσαι αἱ περίοδοι τῶν ὀκτὼ κύκλων ἐν πόσοις ἐνιαυτοῖς συμπληροῦνται γιγνώσκομεν, τῇ μεταβάσει τοῦ φωτὸς καὶ τὴν ἡλιακὴν περίοδον καὶ τῶν ἄλλων τὴν κοινὴν δυνάμενοι τούτῳ [μετροῦμεν] ὁ ἦν ταύτης μέτρῳ [τὴν] E