Ancient Greek
1.horoi
Proclus Phil., Institutio Physica 1.horoi
Not analysed yet
Ὅροι τοῦ πρώτου. I. Συνεχῆ ἐστιν, ὧν τὰ πέρατα ἕν. II. Ἁπτόμενά ἐστιν, ὧν τὰ πέρατα ἅμα. III. Ἐφεξῆς ἐστιν, ὧν μηδὲν μεταξὺ ὁμογενές. IV. Πρῶτός ἐστι χρόνος κινήσεως ὁ μήτε πλείων μήτε ἐλάττων τῆς κινήσεως. V. Πρῶτός ἐστι τόπος ὁ μήτε μείζων τοῦ περιεχομένου σώματος μήτε ἐλάττων. VI. Ἠρεμοῦν ἐστι τὸ πρότερον καὶ ὕστερον ἐν τῷ αὐτῷ τόπῳ ὂν καὶ αὐτὸ καὶ τὰ μέρη.