Ancient Greek
103
Proclus Phil., Institutio Theologica 103
Unproofread scanNot analysed yet
Πάντα ἐν πᾶσιν· οἰκείως δὲ ἐν ἑκάστῳ 30 γὰρ ἐν τῷ ὄντι καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, καὶ ἐν τῇ ζωῇ τὸ εἶναι καὶ τὸ νοεῖν, καὶ ἐν τῷ νῷ τὸ εἶναι καὶ τὸ νοεῖν· ἀλλ' ὅπου μὲν νοερῶς, ὅπου δὲ ζωτικῶς, ὅπου δὲ ὀντολογικῶς ὄντα πάντα. 'Επεὶ γὰρ ἑκαστον ἤ κατ' αἰτίαν ἐστίν, ἢ 35 ὑπαρξιν, ἢ κατά μέθεξιν, ἐν τε τῷ πρώτῳ τὰ λεικατ' αἰτίαν ἐστι καὶ ἐν τῷ μέσω· τὸ μὲν πρῶτον κατ' αἰτίαν, τὸ δὲ τρίτον κατ' αἰτίαν, καὶ ἐν τῷ τελευταίῳ τὰ πρὸ αὐτοῦ κατὰ μέθεξιν· καὶ ἐν τῷ ὄντι ἄρα προεῖληπται καὶ νοῦς, ἑκάστου δὲ κατὰ τὴν ὑποστά- 40 χαρακτηριζομένου, καὶ οὔτε κατὰ τὴν αἰτίαν (ἀλλὰ γὰρ ἐστὶν αἴτιον) οὔτε κατὰ τὴν μέθεξιν (ἀλλὰ γὰρ ἔχει τουτο, οὐ μετείληφεν), ὄντως ἐστὶν ἐκεῖνο τὸ ζῆν καὶ τὸ νοεῖν, ζωὴ οὐσιώδης καὶ νοῦς οὐσιώδης· καὶ ἐν τῇ ζωῇ κατὰ μέθεξιν μὲν τὸ εἶναι, κατ' αἰτίαν 45 δὲ τὸ νοεῖν· ἀλλὰ ζωτικῶς ἑκάτερον· κατὰ τοῦτο δὲ ἡ ὑπαρξις, καὶ ἐν τῷ νῷ καὶ ἡ ζωὴ καὶ ἡ οὐσία, κατὰ μέθεξιν καὶ νοερῶς ἑκάτερον· καὶ γὰρ τὸ εἶναι τοῦτο γνωστικόν, καὶ ἡ ζωὴ γνῶσις.