Ancient Greek
116
Proclus Phil., Institutio Theologica 116
Unproofread scanNot analysed yet
Πᾶς θεὸς μεθεκτός ἐστι, πλὴν τοῦ ἑνός. Ὅτι μὲν γὰρ ἐκεῖνο ἀμέθεκτον, δῆλον, ἵνα μὴ μετε-χόμενον, καὶ τινος διὰ τοῦτο γεγόμενον, μηκέτι πάντων ὁμοίων ἢ τῶν τε προόντων καὶ τῶν ὄντων αἴτιον. Ὅτι δὲ αἱ ἄλλαι ἑνάδες μετέχονται ἤδη, δεῖξομεν οὕτως· εἰ γὰρ ἔστιν ἄλλη μετὰ τὸ πρῶτον ἀμέθεκτος ἑνὰς, τί διαίσει τοῦ ἑνός; Ἡ γὰρ ὡσαύτως ἕν ἐστιν, ὡσπερ ἐκεῖνο. Καὶ πῶς τὸ μὲν δεύτερον, τὸ δὲ πρῶ-τον; Ἡ οὐχ ὡσαύτως· τὸ μὲν αὐτοἕν, τὸ δὲ ἕν τε καὶ οὐχ ἕν. Ἄλλὰ τὸ οὐχ ἕν τοῦτο, εἰ μὴ μηδεμία ὑπό-στασις, ἔσται μόνον ἕν· εἰ δὲ ὑποστάσεις τις ἄλλη παρὰ τὸ ἕν, μετεχόμενον ἔσται· τὸ ἕν ὑπὸ τοῦ οὐχ ἑνός. Καὶ τὸ μὲν αὐτοτελές, τὸ ἕν, ὁ συνάπτει πρὸς τὸ αὐτοἕν. Ὥστε τοῦτο πάλιν ὁ θεός, ἢ θεός· τὸ δὲ οὐχ ἕν ὑποστὰν ἕν μεθέξει τοῦ ἑνὸς ὑφέστηκε. Μεθεκτὴ ἄρα ἐστὶ πᾶσα ἑνὰς μετὰ τὸ ἕν ὑποστᾶσα, καὶ πᾶς θεὸς μεθεκτός.