Ancient Greek
124
Proclus Phil., Institutio Theologica 124
Unproofread scanNot analysed yet
Πᾶς θεὸς ἀμερίστως μὲν τὰ μεριστὰ γινώσκει, ἀχρόνως δὲ τὰ ἐγχρονα, τὰ δὲ μὴ ἀναγκαῖα ἀναγκαίως, καὶ τὰ μεταβλητὰ ἀμεταβλήτως, καὶ ὅλως πάντα κρειττόνως, ἢ κατὰ τὴν αὐτῶν τάξιν. Εἰ γὰρ ἄπαν, ὃ τι περ ἂν ᾖ, παρὰ τοῖς θεοῖς κατὰ τὴν αὐτῶν ἐστὶν ἰδιότητα, δῆλον ὅπουθεν, ὡς οὐ κατὰ τὴν τῶν χειρόνων φύσιν ἐν τοῖς θεοῖς οὖσα ἡ γνώσις αὐτῶν ἔσται, ἀλλὰ κατὰ τὴν αὐτῶν ἐκείνων ἐξηρημένην ὑπεροχήν. 26 Ἐνοειδὴς ἄρα καὶ ἀπαθὴς ἡ γνώσις ἔσται τῶν πεπληθυμένων καὶ παθητῶν. Εἰ ἄρα καὶ τὸ γνωστὸν εἴη μεριστόν, ἀλλ’ ἡ θεία γνώσις ἀμέριστος, καὶ ἡ τῶν μεριστῶν καὶ ἡ μεταβλητῶν, ἀμεταβλητος, καὶ ἡ τῶν ἐνδεχομένων ἀναγκαία, καὶ ἡ τῶν ἀορίστων ὡρισμένη. Οὐ γὰρ ἀπὸ τῶν χειρόνων εἰσδέχεται τὸ θεῖον τὴν γνῶσιν, ἵνα οὕτως ἡ γνώσις ἔχῃ, ὡς τὸ γνωστὸν ἔχει φύσεως. Ἄλλα τὰ χείρονα περὶ τὸ ὡρισμένον τῶν θεῶν ἀορισταίνει· καὶ περὶ τὸ ἀμετάβλητον μεταβάλλει, καὶ τὸ ἀπαθὲς παθητικῶς ὑποδέχεται, καὶ τὸ ἀχρονον ἐγχρόνως. Τοῖς μὲν γὰρ χείροσιν ἀπὸ τῶν κρειττόνων παρεχθαινεῖν δυνατόν· τοῖς δὲ θεοῖς εἰσδέχεσθαι τι παρὰ τῶν χειρόνων οὐ θέμις.