Ancient Greek
142
Proclus Phil., Institutio Theologica 142
Unproofread scanNot analysed yet
Πᾶσι μὲν οἱ θεοὶ πάρεισιν ὡσαύτως, οὐ πάντα δὲ ὡσαύτως τοῖς θεοῖς πάρεισιν· ἀλλ' ἕκαστα κατὰ τὴν ἑαυτῶν τάξιν τε καὶ δύναμιν μεταλαγχάνει τῆς ἐκείνων παρουσίας· τὰ μὲν ἐνοειδῶς, τὰ δὲ πεπληθυμένως· καὶ τὰ μὲν ἀϊδίως, τὰ δὲ κατὰ χρόνον· καὶ τὰ μὲν ἀσωμάτως, τὰ δὲ σωματικῶς· ἀνάγκη γὰρ τὴν διάφορον μέθεξιν τῶν αὐτῶν ἢ παρὰ τὸ μετέχον γίνεσθαι διάφορον, ἢ παρὰ τὸ μετεχόμενον. Ἄλλα <note>τελευτα τὸ δν, α εἶναι θεοῖς τάξει τῶν κατὰ τῶν νοερῶς κατὰ ὑφέ- ἀρχε- ατικὴν ἀρχό- τῶν, τὴν τό- τῆς καὶ χὴν καὶ τέχειν ίνεται, πρό- δν· οὖν πά- οὐς μὲν τὴν οὖν καὶ μασιῇ προῦ- ραῖνο- καθ’ τῶν γάρ παν- τῶν ταῦτα ,καὶ δύ- ,οὐ αστα χάνει πε- όνον· νάχη μετέ- Ἀλλὰ</note> τὸ θεῖον πᾶν ἀεὶ τὴν αὐτὴν ἔχει τάξιν, καὶ ἀσχετόν ἐστι τρὸς πάντα καὶ ἄμιχτον. Παρὰ τὸ μετέχον ἄρα λείπεται τὴν ἐξαλλαγὴν ὑφίστασθαι, καὶ τὸ οὐχ ὡσαύτως ἐν τοῖς οὖσιν εἶναι, καὶ ταῦτα ἄλλοτε ἄλλως, καὶ ἄλλα ἄλλως παρεῖναι τοῖς θεοῖς· ὥστε πᾶσιν ἐκείνων ὡσαύτως παρόντων, τὰ πάντα οὐχ ὡσαύτως πάρεστιν ἐκείνοις, ἀλλ’ ὡς ἕκαστα δύναται, πάρεστι, καὶ ὡς πάρεστιν, οὕτως ἐκείνων ἀπολαύει· κατὰ γὰρ τὸ μέτρον τῆς τούτων παρουσίας ἡ μέθεξις.