Ancient Greek
175
Proclus Phil., Institutio Theologica 175
Unproofread scanNot analysed yet
Πᾶς νοῦς ὑπὸ τῶν κατ’ οὐσίαν ἅμα καὶ ἐνέργειαν νοερῶν μετέχεται πρῶτως. Ἀνάγκη γὰρ εἶναι ὑπὸ τούτων, ἢ ὑπ’ ἄλλων, τῶν νοερῶν μὲν ἔχοντων τὴν οὐσίαν, μὴ ἀεὶ δὲ νοούντων· ἀλλ’ ὑπ’ ἐκείνων ἀδύνα- τον· καὶ γὰρ ἡ ἐνέργεια τοῦ νοῦ ἀκίνητος. Καὶ ὑπὸ τῶν ἃ δὴ μετέχεται, ταῦτα ἀεὶ μετέχει τῆς νοερᾶς ἐνεργείας, ἀεὶ νοερὰ τὰ μετέχοντα ποιούσης. Τῷ γὰρ ἀεί αἰωνίῳ τῆς ἐνεργείας τὸ ἐν μέρει τινὶ τοῦ χρόνου τῆς ἐνεργείαν ἔχον ἀσύναπτον. Μεταξὺ δέ, ὡςπερ ἐν ταῖς οὐσίαις, οὕτω δή καὶ ἐν ταῖς τῶν ἐνεργειῶν ἐξαλλαγαῖς, τῆς αἰωνίου πάσης ἐνεργείας καὶ τῆς ἐν τινὶ χρόνῳ τελείας ἢ κατὰ πάντα τὸν χρόνον ἔχουσα τὸ τέλειον. Οὐδαμοῦ γὰρ αἱ πρόσ- δοι γίνονται ἀμέσως, ἀλλὰ διὰ τῶν συγγενῶν καὶ ὁμοίων, κατὰ τε τὰς ὑποστάσεις καὶ τὰς τῶν ἐνεργειῶν τελειότητας. Ὡσαύτως πᾶς ἄρα νοῦς ὑπ’ ἐκείνων μετέχεται πρῶτον. τικ τῶν κατὰ πάντα χρόνον νοεῖν δυναμένων, καὶ ἀεὶ νοούντων, εἰ καὶ κατὰ χρόνον, ἀλλὰ μὴ αἰωνίως ἡ νόησις. Ἐκ δὴ τούτου φανερὸν, ὅτι ψυχὴν ποτε νοοῦσιν, ποτὲ δὲ μή, νοῦ προσεχῶς μετέχειν ἀδύνατον.