Ancient Greek
178
Proclus Phil., Institutio Theologica 178
Unproofread scanNot analysed yet
Πᾶν νοερὸν εἶδος αἰδίων ἐστιν ὑποστατικόν. Εἰ γὰρ αἰώνιον ἐστὶ καὶ ἀκίνητον πᾶν, ἀμεταβλήτων ἐστὶ κατ’ οὐσίαν αἴτιον καὶ αἰδίων ὑποστάσεων, ἀλλ’ οὐ γινομένων καὶ φθειρομένων· ὥστε πᾶν τὸ κατ’ εἶδος νοερὸν ὑποστὰν νοερὸν αἰδίων ἐστι. Καὶ γὰρ εἰ αὐτῷ τῷ εἶναι πάντα τὰ εἶδη παράγει τὰ μετὰ ταῦτα, τὸ δὲ εἶναι αὐτὸ ἀεὶ ὡσαύτως ἔχει, καὶ τὰ παρχόμενα ἀπ’ αὐτῶν ὡσαύτως ἔχει, καὶ αἰδία ἔσται. Οὔτε ἄρα τὰ γένη τὰ κατὰ τινα χρόνον ἀπ’ αἰτίας ὑφῆστηκεν εἰδητικῆς, οὔτε τὰ φθαρτά, ἢ φθαρτὰ εἶδος ἔχει νοερὸν προϋπάρχον· ἢν γὰρ ἂν ἀφθαρτα καὶ ἀγέννητα, πρὸς ἐκεῖνα τὴν ὑπόστασιν ἔχοντα.