Ancient Greek
199
Proclus Phil., Institutio Theologica 199
Unproofread scanNot analysed yet
Πᾶσα ψυχὴ ἐγκόσμιος περιόδοις χρῆται τῆς ἰδίας ζωῆς καὶ ἀποκαταστάσεσιν. Εἰ γὰρ ὑπὸ χρόνου μετρεῖται, καὶ μεταβατικῶς ἐνεργεῖ, καὶ ἐστιν αὐτῆς ἴδια κίνησις· πᾶν δὲ τὸ κινούμενον καὶ χρόνου μετέχον, ἴδιον ὂν, χρῆται περιόδοις, καὶ περιοδικῶς ἀνακυ- κλεῖται, καὶ ἀποκαθίσταται ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ ἑαυτῆς ὄν. Καὶ πᾶσα ψυχὴ ἐγκόσμιος κίνησιν ἔχουσα, καὶ ἐνεργοῦσα κατὰ χρόνον, περιόδους τε τῶν κινήσεων ἔχει καὶ ἀποκαταστάσεις· πᾶσα γὰρ περίοδος τῶν ζώων ἀποκαταστατική ἐστι.