Ancient Greek
201
Proclus Phil., Institutio Theologica 201
Unproofread scanNot analysed yet
Πᾶσαι αἱ θεῖαι ψυχαὶ τριπλὰς ἔχουσιν ἐνεργείας τὰς μὲν ὡς ψυχαί, τὰς δὲ ὡς νοῦν ὑποδεξάμεναι θεῖαι, τὰς δὲ ὡς θεῶν ἐξηρτημέναι. Καὶ προνοοῦσι μὲν τῶν ὅλων ὡς θεοί, γινώσκουσι δὲ τὰ πάντα κατὰ τὴν νοεράν ζῶην, κινοῦσι δὲ τὰ σώματα κατὰ τὴν αὐτοκίνητον ὑπόστασιν. Διότι γὰρ ψυχικῶς μετέχουσι τῶν ὑπερχειμένων, καὶ εἰσὶν οὐ ψυχαὶ ἀπλῶς, ἀλλὰ θεῖαι ψυχαί, ἀνάλογον τοῖς θεοῖς ἐν τῷ ψυχικῷ πλατεῖ προσησάμεναι τάξιν, ἐνεργοῦσιν οὐ ψυχικῶς μόνον, ἀλλὰ καὶ θεϊκῶς· τὴν ἀκρότητα τῆς ἑαυτῶν οὐσίας ἐνθεον λαχοῦσαι, διότι νοερὰν ὑπόστασιν ἔχουσι, δι’ ἣν καὶ ὑπεστρωμένοις ταῖς νοεραῖς οὐσίαις τυγχάνουσιν· ἐνεργοῦσιν οὖν θεϊκῶς μόνον, ἀλλὰ καὶ νοερῶς· τὴν μὲν κατὰ τὸ νοερόν τὸ ἐν αὐταῖς, τὴν δὲ κατὰ τὸν νοῦν ἰδρύσασαι ἐνέργειαν. Τρίτη δὲ αὐταῖς πάρεστιν ἡ κατὰ τὴν ἰδίαν ὑπαρξιν ἐνέργεια, κινητικὴ μὲν ὑπάρχουσα τῶν φθαρτῶν ἐτεροκινήτων, ζωοποιὸς δὲ τῶν ἐπείσακτον ἔχοντων τὴν ζῶην. Πάσης γὰρ ψυχῆς τοῦτό ἐστι τὸ ἴδιον ἐνέργημα· τὰ δὲ ἄλλα κατὰ μέθεξιν, ὡς τὸ νοεῖν καὶ τὸ νοεῖν.