Ancient Greek
205
Proclus Phil., Institutio Theologica 205
Unproofread scanNot analysed yet
Πᾶσα ψυχὴ μερικὴ τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν ψυχήν, ὑφ’ ἣν τέτακται κατ’ οὐσίαν, ὅν τὸ δῆγμα τῆς πρὸς τὸ ἐκεῖνος δῆγμα. Εἰ γὰρ κατὰ φύσιν ἢ διανομη τῶν ὀχημάτων ἐκάσταις ,ἀνάγκη πάσης μεριχῆς ψυχῆς ὄχηματι τοῦτον εἶναι τὸν λόγον πρὸς τὸ ὄχημα τῆς ὅλης, δ ἐστιν αὐτῆς πρὸς ἐκείνην. Ἄλλὰ μὴ ἡ διανομὴ κατὰ φύσιν· τὰ γὰρ πρῶτως μετέχοντα αὐτοφύως συνήπται τοῖς μετεχομένοις. Εἰ οὖν ὡς ἡ θεῖος πρὸς τὸ θεῖον σῶμα, οὕτως ἡ μεριχὴ πρὸς τὸ μερικόν, αὐτῷ τῷ εἶναι μετεχομένης ἐκατέρας, καὶ τὸ ἐξ ἀρχῆς ἀληθές, ὅτι καὶ τὰ ὄχήματα ταῖς ψυχαῖς τὸν αὐτὸν ἔχει πρὸς ἀλλήλα λόγον.