Ancient Greek
207
Proclus Phil., Institutio Theologica 207
Unproofread scanNot analysed yet
Πάσης μεριχῆς ψυχῆς τὸ ὄχημα ἀπὸ αἰτίας ἀκινήτου ἐδημιούργηται. Εἰ γὰρ αἰδίως ἐξήρτητο τῆς χρωμένης αὐτῷ ψυχῆς, καὶ συμφύως ἀμετάβλητον ἂν κατ' οὐσίαν, ἀπ' αἰτίας ἀκινήτου τὴν ὑπόστασιν ἔλαχε. Τὸ γὰρ ἐκ κινουμένων αἰτίων γεγονὸς μεταβάλλει πᾶν κατὰ τὴν οὐσίαν. Ἄλλὰ μὴν πᾶσα ψυχὴ αἰδίον ἔχει σῶμα, τὸ πρῶτως αὐτῆς μετέχον· ὥστε καὶ ἡ μεριχὴ ψυχὴ καὶ τὸ αἴτιον ἄρα τοῦ ὀχήματος αὐτῆς ἀκίνητόν ἐστι, καὶ διὰ τοῦτο ὑπερχόσμιον.