Ancient Greek
209
Proclus Phil., Institutio Theologica 209
Unproofread scanNot analysed yet
Πάσης μεριχῆς ψυχῆς τὸ ὄχημα κάτεισι μὲν προσθέσει χιτῶνων ἐνυλοτέρων, συνάγεται δὲ τῇ ψυχῇ δι' ἀφαιρέσεως παντὸς τοῦ ἐνύλου καὶ τῆς εἰς τὸ θειότερον εἴδος ἀναδρομῆς, ἀνάλογον τῇ χρωμένῃ ψυχῇ. Καὶ γὰρ ἐκείνη κάτεισι μὲν ἀλόγως, ἀλόγους προσδοῦσα ζωάς, ἀνεισι δὲ ἀποσκευασαμένη πάσας τὰς νεσιουργούς δυνάμεις, ἃς ἐν τῇ καθόδῳ περιεβάλετο γενομένη **μιμεῖται τὰς ζωὰς τῶν χρωμένων ψυχῶν. <note>ἰος με- πρὸς τὸ λλὰ μὴν οντα αὐ- ὡς ἡ θεία μεριχὸν, ἐξ ἀρχῆς τὸν αὐτὸν γένησιν ως εἰς τὸ ποπίπτει ας μετέ- γίνεται, ρον οὐσα νον ἐσται γον, οὐδὲ τελευτην, ι ἀνόδων δων, καὶ Ἐκάστη νεται καὶ πάσας τὸ πὸ αἰτίας ξήρηται τάβλητον πόστασιν νὸς μετα- ξα ψυχὴ ῶστε καὶ τος αὐτῆς λόν ἐστι, Εἰ γὰρ ἐξ διον, ἀύ- χειν κατὰ υλα πάν- νουμένων εται παν- ς αἰτίαις. ρ διαιρού- οῦ τε ὅλου ετὰβλητον εἷη. άτεισι μέν δὲ τῇ ψυ- ίς εἰς τὸ οἰ- ένῃ ψυχῇ. ς προυλα- ας τὰς γε- θάλειτο καὶ ων ψυχῶν,</note> καὶ συχινεῖται κινουμέναις αὐταῖς πανταχοῦ· καὶ τῶν μὲν τὰς νοήσεις ἀπεικονίζονται ταῖς ἑαυτῶν περιφοραῖς, τῶν δὲ τὰς ἀποπτώσεις ταῖς εἰς τὴν γένεσιν ῥοπαῖς, τῶν δὲ τὰς καθάρσεις ταῖς εἰς τὸ ἀῦλον περιαγωγαῖς. Διότι γὰρ αὐτῷ τῷ εἶναι τὰς ψυχὰς ζωοποιεῖται παρ’ αὐτῶν, καὶ ἔστι συμφυὲς ἐκείναις, παντοίως συμβάλλει ταῖς ἐκείνων ἐνεργείαις, καὶ συνέπεται πάντη, παθαινόμεναις τε συμπάσχει ,καὶ κεκαθαρμέναις συναποκαθίσταται ,καὶ ἀναγομέναις συνεπαίρεται, τῆς ἑαυτῶν ἐφιεμένη τελειότητος· πᾶν γὰρ τελειοῦται τῆς οἰκείας ὁλότητος τυχόν.