Ancient Greek
27
Proclus Phil., Institutio Theologica 27
Unproofread scanNot analysed yet
Πᾶν τὸ παράγον διὰ τελειότητα καὶ δυνάμει περιουσίαν παρακτικόν ἐστι τῶν δευτέρων. Εἰ γὰρ μὴ διὰ τὸ τέλειον, ἀλλ’ ἔλλειπον κατὰ τὴν δύναμιν παρήγαγεν, οὐδ’ ἂν τὴν ἑαυτοῦ τάξιν ἀκίνητον ἠδύνατο φυλάττειν. Τὸ γὰρ δι’ ἔλλειψιν καὶ ἀσθένειαν ἄλλω τὸ εἶναι παρεχόμενον, τῇ ἑαυτοῦ τροπῇ καὶ ἀλλοιώσει τὴν ὑπόστασιν ἐκείνω παρέχεται. Μένει δέ, οἷον ἔστι, πρὸ τὸ παράγον. Καὶ μενόντος, τὸ μετ’ αὐτὸ πρόεισι. Πλῆρες ἄρα καὶ τέλειον ὑπάρχον, τὰ δεύτερα ὑφίστησιν ἀκινήτως καὶ ἀνελαττώτως, αὐτὸ δὲ, ὅπερ ἔστι, καὶ οὔτε μεταβάλλον εἰς ἐκεῖνα, οὔτε ἐλαττούμενον. Οὐ γὰρ ἀπομερισμός ἐστι τοῦ παραγόντος τὸ παραγόμενον· οὔδε γὰρ γενέσει τοῦτο προσῆκεν, οὔδε τοῖς γεννητικοῖς αἰτίοις· οὔδε μετάβασις· οὐ γὰρ ὑπάρχει γίνεται τοῦ προϊόντος· μένει γὰρ, οἷον ἔστι. Καὶ τὸ παραγόμενον ἄλλο παρ’ αὐτὸ ἔστιν. Ἀναλλοίωτον ἄρα τὸ γεννῶν ἵδρυται καὶ ἀνελάττωτον, καὶ διὰ γόνιμον δύναμιν ἑαυτὸ πολλαπλασιάζον, καὶ ἀφ’ ἑαυτοῦ δευτέρας ὑποστάσεις παρεχόμενον.