Ancient Greek
53
Proclus Phil., Institutio Theologica 53
Unproofread scanNot analysed yet
Πάντων τῶν αἰωνίων προϋπάρχει δ αἰὼν, καὶ |LIII. πάντων τῶν κατὰ χρόνον δ χρόνος προϋφέστηκεν. Εἰ |quae flu γὰρ πανταχοῦ πρὸ τῶν μετεχόντων ἐστὶ τὰ μετεχό- |et sempr μενα, καὶ πρὸ τῶν μετεχομένων τὰ ἀμέθεκτα, δηλον, |quae pa 20 ὅτι ἄλλο μὲν τὸ αἰώνιον, ἄλλο δὲ δ ἐν τῷ αἰωνίῳ αἰὼν, |sunt ip ἄλλο δὲ δ καθ’ αὑτὸν αἰὼν· τὸ μὲν ὡς μετέχον, τὸ δὲ |hinc est ὡς μετεχόμενον, δ δὲ ὡς ἀμέθεκτος. |num, ali Καὶ τὸ ἐν χρόνῳ ἄλλο· μετέχον γάρ· καὶ δ ἐν τούτῳ χρόνος ἄλλο· μετεχόμενος γάρ· καὶ δ πρὸ τούτου χρόνος 25 ἀμέθεκτος ὤν· καὶ τούτων μὲν ἕκάτερος τῶν ἀμεθέ- κτων, πανταχοῦ καὶ ἐν πᾶσιν δ αὐτός· δ δὲ μετεχό- μενος ἐν ἐκείνοις μόνον, ὅφ’ ὧν μετέχεται. Πολλὰ γὰρ καὶ τὰ αἰώνια, καὶ τὰ ἐγχρόνα, ἐν οἷς πᾶσιν αἰὼν ἐστὶ κατὰ μέθεξιν, καὶ χρόνος διηρημένως, 30 δ δὲ, ἀδιαίρετος ὤν. Καὶ δ εἷς χρόνος πρὸ τούτων, καὶ δ μὲν αἰὼν αἰώνων, δ δὲ χρόνος χρόνων, τῶν μετεχο- μένων ὄντες ὑποστάται.