Ancient Greek
75
Proclus Phil., Institutio Theologica 75
Unproofread scanNot analysed yet
Πᾶν τὸ κυρίως αἴτιον λεγόμενον ἐξήρηται τοῦ αποτελέσματος· ἐν αὐτῷ γὰρ ὄν, ἢ συμπληρωτικὸν αὐτοῦ ὑπάρχον, ἢ δεόμενον πως αὐτοῦ πρὸς τὸ εἶναι, ἄτελέστερον ἂν εἴη ταύτῃ τοῦ αἰτιατοῦ. Τὸ δὲ ἐν τῷ αποτελέσματι ὄν, συναίτιόν ἐστι μᾶλλον, ἢ αἴτιον, μέρος ὄν τοῦ γινομένου, ἢ ὄργανον τοῦ ποιοῦντος· τὸ τε γὰρ μέρος ἐν τῷ γινομένῳ ἐστὶν ἄτελέστερον ὑπάρχον τοῦ ὅλου, καὶ τὸ ὄργανον τὸ ποιοῦν τι πρὸς τὴν γένεσιν, τὰ μέτρα τῆς ποιήσεως ἀφορίζειν ἑαυτῷ μὴ δυναμένον· ἅπαν ἄρα τὸ κυρίως αἴτιον, εἴγε καὶ τελειότερόν ἐστι τοῦ ἀπ' αὐτοῦ, καὶ τὸ μέτρον αὐτῷ τῇ γενέσει παρέχεται, καὶ τῶν ὀργάνων ἐξήρηται, καὶ τῶν στοιχείων, καὶ πάντων ἀπλῶς τῶν καλουμένων συναιτίων.