Ancient Greek
90
Proclus Phil., Institutio Theologica 90
Unproofread scanNot analysed yet
Πάντων τῶν ἐκ pépaτoς καὶ ἀπειρίας ὑποστάσεων προϋπάρχει καθ’ αὐτὰ τὸ πρῶτον pépaς καὶ πρώτη ἀπειρία. Εἰ γὰρ τῶν τινὸς ὄντων τὰ ἐφ’ ἑαυτῶν ὄντα προϋφέστηκεν, ὡς κοινὰ πάντων καὶ ἀρχηγικά αἴτια καὶ μὴ τινων, ἀλλὰ πάντων ἀπλῶς, δεῖ πρὸ τοῦ ἐξ ἀμφοῖν εἶναι τὸ πρῶτον pépaς καὶ τὸ πρῶτον ἄπειρον· τὸ γὰρ ἐν τῷ μικτῷ pépaς ἀπειρίας ἐστὶν μετεῖληφὸς καὶ τὸ ἄπειρον pépaτoς. Τὸ δὲ πρῶτον ἕκαστου οὐχ ἄλλο ἐστιν, ἢ ὃ ἐστιν· οὐχ ἄρα δεῖ περατοειδὲς εἶναι τὸ πρώτως ἄπειρον, καὶ ἀπειροειδὲς τὸ πρῶτον pépaς. Πρὸ τοῦ μικροῦ ἄρα ταῦτα πρώτως.