Ancient Greek
95
Proclus Phil., Institutio Theologica 95
Unproofread scanNot analysed yet
Πᾶσα δύναμις, ἐνικωτέρα οὖσα, τῆς πληθυνόμενης ἀπειρότερα· εἰ γὰρ ἢ πρώτη ἀπειρία τοῦ ἕνος ἐγγυτάτω, καὶ τῶν δυνάμεων ἢ τῷ ἑνὶ συγγενεστέρα τῆς ἀφισταμένης ἐκείνου μειζόνως ἀπειρος· λανθανομένη γὰρ ἀπόλλυσι τὸ ἐνοειδές, ἐν ᾧ μένουσα τὴν πρὸς τὰς ἄλλας εἶχεν ὑπεροχήν, συνεχομένη διὰ τὴν ἀμέρειαν. Καὶ γὰρ ἐν τοῖς μεριστοῖς αἱ δυνάμεις συναγόμεναι μὲν ἐνίζονται, μεριζόμεναι δὲ πολλαπλασιάζονται καὶ ἀμυδροῦνται.