Ancient Greek
97
Proclus Phil., Institutio Theologica 97
Unproofread scanNot analysed yet
Πᾶν τὸ καθ' ἑκάστην σειρὰν ἀρχικὸν αἴτιον τῇ σειρᾷ πάσῃ τῆς ἑαυτοῦ μεταδίδωσιν ιδιότητος. Καὶ ὁ ἐστὶν ἐκεῖνο πρῶτον, τοῦτό ἐστιν αὕτη καὶ ὑπόστασις. Εἰ γὰρ ἥκει τῆς ὅλης σειρᾶς, καὶ πάντα τὰ σύστοιχα πρὸς αὐτὸ συντέτακται, δῆλον δή ὅτι πᾶν τὸ μίαν ἰδέαν, καθ' ἣν ὑπὸ τὴν αὐτὴν τέτακται σειράν, ἐκεῖνο δίδωσιν· ἢ γὰρ ἀναιτίως πάντα τῆς πρώτης ἐκεῖνο μετέσχεν ὁμοιότητος, ἢ ἀπ' ἐκείνου τὸ ταὐτὸν ἐν πᾶσιν. Ἄλλὰ τὸ ἀναιτίως ἀδύνατον· τὸ γὰρ ἀναγκαῖον, καὶ αὐτόματον· τὸ δὲ αὐτόματον, ἐν οἷς τάξις οὐδεμία ἐστίν, καὶ ἀλληλουχία, καὶ τὸ δεῖ ὧσαύτως, οὐχ ἂνποτε γένοιτο. Ἀπ' ἐκείνου ἄρα τὴν ιδιότητα τῆς ἐκείνου ὑποστάσεως πᾶσα δέχεται ἡ σειρά. Εἰ δὲ ἀπ' ἐκείνου, φανερόν ὅτι μετὰ ὑφέσεως καὶ τῆς προσήκουσης τοῖς δευτεροῖς ὑποβάσεως. Ἡ γὰρ ὁμοίως ἐν τε τῷ ἡγουμένῳ καὶ ἐν τοῖς δευτεροῖς ἡ ιδιότης ὑπάρχει, καὶ πῶς τὸ μὲν ἥκει, τὸ δὲ μετ' ἐκεῖνο τὴν ὑπόστασιν ἔλαχεν· ἢ ἀνομοίως, καὶ εἰ τοῦτο, δῆλον ὡς ἀφ' ἑνὸς τῶν πληθεῖ τὸ ταὐτὸν ἔλαχον, ἀλλ' οὐχ ἑπαλιν. Καὶ δευτέρως ἐστὶν ἐν τῷ πλήθει τὸ πρῶτον ἐν τῷ ἑνὶ προὑπάρχον ἴδιωμα τῆς σειρᾶς ἐξαιρετόν.