Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2598.tlg006.local001
Procopius Rhet. et Scr. Eccl., Epistula (e cod. Barocc. gr. 131) 001
Not analysed yet
Εὖ γέ σοι τῆς θαυμασίας ἐπιστολῆς· ὡς ἔαρος ἡμῖν προσέβαλε λογικοῦ, καὶ μουσικόν τι λίαν ἀντὶ τῶν χελιδόνων ἠχεῖ. ὡς ἔνθους εἰμί τις ὑφ' ἡδονῆς, πάντα θαυμάζων, τὴν λέξιν, τὸν νοῦν, τὴν ἁρμονίαν, τὸν γράψαντα. καί μοι δοκῶ Λυδὸς ἐξαίφνης εἶναι, τὰ Λυδῶν μιμησάμενος, οἳ τῷ Διονύσῳ προσκείμενοι μόνον ἔαρ ἦγον ἡνίκα δὴ καὶ τύχοι παρ' αὐτοῖς ὁ Διόνυσος. ἀλλὰ μὲν ἴσως ταῦτα γελάσεις, ὡς αὐτόχρημα τὸ σοφιστικὸν ἐπανθεῖ αὐτοῖς, καί με τυχὸν ὡς ἐν ὀνείδει καλέσειας σοφιστήν· ἐγὼ δὲ τὰ καλὰ μὴ θαυμάζειν οὐκ ἔχω, κἂν σιωπήσῃς, ὦ λῷστε, τἀναντία φθεγγόμεθα· ἀλλὰ μή μοι διδόναι πρᾶγμα ζητοῦντι τὴν ἐκ τῆς σιωπῆς λύπην παραστῆσαι τοῖς γράμμασιν.