Ancient Greek
632.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 632.2
Unproofread scanNot analysed yet
ιζ'. Ἠλῖξ. Τῆς ὑμετέρας δωρεᾶς ἡ μὲν πείρα τοὺς ἐγνωκότας, ἡ δὲ φήμη τοὺς ἄλλους εἰς θαῦμα κινεῖ, ἐμὲ δὲ ἀμφότερα πρὸς τὸ ἀνάγραπτον ἕξει τὴν ὑμετέραν ἔχειν εὐεργεσίαν. καὶ θαυμαζόμενος ἐφ' οἷς τοιούτων ἀγαθῶν γέγονα ὑπηρέτης τῇ πατρίδι, εἰς ὁμᾶς ἀνάγω τὴν μνήμην τῶν ἀγαθῶν τὴν αἰτίαν, ὧν εἰ παρὰ τὸ προσἥκον παραχωρίσω τὰ μικρὰ προσάγων ὑμῖν, θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ οἱ τοῖς θεοῖς λιθάνωτον ἐπιθύνοντες πρὸς ἀξίαν τὴν χάριν, πρὸς δὲ δύναμιν τὸ δοκεῖν εὐγνώμονες ἐπιδείκνυνται. καὶ ἐπὶ τῶν ὑμῖν προσαγομένων τὰ μέγιστα τοῖς ἐλαχίστοις τὴν αὐτὴν ἔχει δύναμιν πρὸς τὴν εὐεργεσίαν μετρούμενα.